The Septuagint
LXX
➕
←
Job
Job
12
→
[
1
]
ὑπολαβὼν
δὲ ιωβ λέγει
[
2
]
εἶτα
ὑμεῖς ἐστε ἄνθρωποι ἦ μεθ ὑμῶν τελευτήσει σοφία
[
3
]
κἀμοὶ
μὲν καρδία καθ ὑμᾶς ἐστιν
[
4
]
δίκαιος
γὰρ ἀνὴρ καὶ ἄμεμπτος ἐγενήθη εἰς χλεύασμα
[
5
]
εἰς
χρόνον γὰρ τακτὸν ἡτοίμαστο πεσεῖν ὑπὸ ἄλλους οἴκους τε αὐτοῦ ἐκπορθεῖσθαι ὑπὸ ἀνόμων
[
6
]
οὐ
μὴν δὲ ἀλλὰ μηδεὶς πεποιθέτω πονηρὸς ὢν ἀθῷος ἔσεσθαι ὅσοι παροργίζουσιν τὸν κύριον ὡς οὐχὶ καὶ ἔτασις αὐτῶν ἔσται
[
7
]
ἀλλὰ
δὴ ἐπερώτησον τετράποδα ἐάν σοι εἴπωσιν πετεινὰ δὲ οὐρανοῦ ἐάν σοι ἀπαγγείλωσιν
[
8
]
ἐκδιήγησαι
δὲ γῇ ἐάν σοι φράσῃ καὶ ἐξηγήσονταί σοι οἱ ἰχθύες τῆς θαλάσσης
[
9
]
τίς
οὐκ ἔγνω ἐν πᾶσι τούτοις ὅτι χεὶρ κυρίου ἐποίησεν ταῦτα
[
10
]
εἰ
μὴ ἐν χειρὶ αὐτοῦ ψυχὴ πάντων τῶν ζώντων καὶ πνεῦμα παντὸς ἀνθρώπου
[
11
]
οὖς
μὲν γὰρ ῥήματα διακρίνει λάρυγξ δὲ σῖτα γεύεται
[
12
]
ἐν
πολλῷ χρόνῳ σοφία ἐν δὲ πολλῷ βίῳ ἐπιστήμη
[
13
]
παρ
αὐτῷ σοφία καὶ δύναμις αὐτῷ βουλὴ καὶ σύνεσις
[
14
]
ἐὰν
καταβάλῃ τίς οἰκοδομήσει ἐὰν κλείσῃ κατὰ ἀνθρώπων τίς ἀνοίξει
[
15
]
ἐὰν
κωλύσῃ τὸ ὥδωρ ξηρανεῖ τὴν γῆν ἐὰν δὲ ἐπαφῇ ἀπώλεσεν αὐτὴν καταστρέψας
[
16
]
παρ
αὐτῷ κράτος καὶ ἰσχύς αὐτῷ ἐπιστήμη καὶ σύνεσις
[
17
]
διάγων
βουλευτὰς αἰχμαλώτους κριτὰς δὲ γῆς ἐξέστησεν
[
18
]
καθιζάνων
βασιλεῖς ἐπὶ θρόνους καὶ περιέδησεν ζώνῃ ὀσφύας αὐτῶν
[
19
]
ἐξαποστέλλων
ἱερεῖς αἰχμαλώτους δυνάστας δὲ γῆς κατέστρεψεν
[
20
]
διαλλάσσων
χείλη πιστῶν σύνεσιν δὲ πρεσβυτέρων ἔγνω
[
21
]
ἐκχέων
ἀτιμίαν ἐπ ἄρχοντας ταπεινοὺς δὲ ἰάσατο
[
22
]
ἀνακαλύπτων
βαθέα ἐκ σκότους ἐξήγαγεν δὲ εἰς φῶς σκιὰν θανάτου
[
23
]
πλανῶν
ἔθνη καὶ ἀπολλύων αὐτά καταστρωννύων ἔθνη καὶ καθοδηγῶν αὐτά
[
24
]
διαλλάσσων
καρδίας ἀρχόντων γῆς ἐπλάνησεν δὲ αὐτοὺς ὁδῷ ᾗ οὐκ ᾔδεισαν
[
25
]
ψηλαφήσαισαν
σκότος καὶ μὴ φῶς πλανηθείησαν δὲ ὥσπερ ὁ μεθύων
Credit
Source:
sacred-texts.org
Top