The Septuagint
LXX
➕
←
Job
Job
13
→
[
1
]
ἰδοὺ
ταῦτα ἑώρακέν μου ὁ ὀφθαλμὸς καὶ ἀκήκοέν μου τὸ οὖς
[
2
]
καὶ
οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν
[
3
]
οὐ
μὴν δὲ ἀλλ ἐγὼ πρὸς κύριον λαλήσω ἐλέγξω δὲ ἐναντίον αὐτοῦ ἐὰν βούληται
[
4
]
ὑμεῖς
δέ ἐστε ἰατροὶ ἄδικοι καὶ ἰαταὶ κακῶν πάντες
[
5
]
εἴη
δὲ ὑμῖν κωφεῦσαι καὶ ἀποβήσεται ὑμῖν εἰς σοφίαν
[
6
]
ἀκούσατε
ἔλεγχον στόματός μου κρίσιν δὲ χειλέων μου προσέχετε
[
7
]
πότερον
οὐκ ἔναντι κυρίου λαλεῖτε ἔναντι δὲ αὐτοῦ φθέγγεσθε δόλον
[
8
]
ἦ
ὑποστελεῖσθε ὑμεῖς δὲ αὐτοὶ κριταὶ γένεσθε
[
9
]
καλόν
γε ἐὰν ἐξιχνιάσῃ ὑμᾶς εἰ γὰρ τὰ πάντα ποιοῦντες προστεθήσεσθε αὐτῷ
[
10
]
οὐθὲν
ἧττον ἐλέγξει ὑμᾶς εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσετε
[
11
]
πότερον
οὐχὶ δεινὰ αὐτοῦ στροβήσει ὑμᾶς φόβος δὲ παρ αὐτοῦ ἐπιπεσεῖται ὑμῖν
[
12
]
ἀποβήσεται
δὲ ὑμῶν τὸ ἀγαυρίαμα ἴσα σποδῷ τὸ δὲ σῶμα πήλινον
[
13
]
κωφεύσατε
ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμοῦ
[
14
]
ἀναλαβὼν
τὰς σάρκας μου τοῖς ὀδοῦσιν ψυχὴν δέ μου θήσω ἐν χειρί
[
15
]
ἐάν
με χειρώσηται ὁ δυνάστης ἐπεὶ καὶ ἦρκται ἦ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ
[
16
]
καὶ
τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται
[
17
]
ἀκούσατε
ἀκούσατε τὰ ῥήματά μου ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων
[
18
]
ἰδοὺ
ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου οἶδα ἐγὼ ὅτι δίκαιος ἀναφανοῦμαι
[
19
]
τίς
γάρ ἐστιν ὁ κριθησόμενός μοι ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω
[
20
]
δυεῖν
δέ μοι χρήσῃ τότε ἀπὸ τοῦ προσώπου σου οὐ κρυβήσομαι
[
21
]
τὴν
χεῖρα ἀπ ἐμοῦ ἀπέχου καὶ ὁ φόβος σου μή με καταπλησσέτω
[
22
]
εἶτα
καλέσεις ἐγὼ δέ σοι ὑπακούσομαι ἢ λαλήσεις ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν
[
23
]
πόσαι
εἰσὶν αἱ ἁμαρτίαι μου καὶ αἱ ἀνομίαι μου δίδαξόν με τίνες εἰσίν
[
24
]
διὰ
τί ἀπ ἐμοῦ κρύπτῃ ἥγησαι δέ με ὑπεναντίον σοι
[
25
]
ἦ
ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ ἢ ὡς χόρτῳ φερομένῳ ὑπὸ πνεύματος ἀντίκεισαί μοι
[
26
]
ὅτι
κατέγραψας κατ ἐμοῦ κακά περιέθηκας δέ μοι νεότητος ἁμαρτίας
[
27
]
ἔθου
δέ μου τὸν πόδα ἐν κωλύματι ἐφύλαξας δέ μου πάντα τὰ ἔργα εἰς δὲ ῥίζας τῶν ποδῶν μου ἀφίκου
[
28
]
ὃ
παλαιοῦται ἴσα ἀσκῷ ἢ ὥσπερ ἱμάτιον σητόβρωτον
Credit
Source:
sacred-texts.org
Top