The Septuagint
LXX
➕
←
Job
Job
17
→
[
1
]
ὀλέκομαι
πνεύματι φερόμενος δέομαι δὲ ταφῆς καὶ οὐ τυγχάνω
[
2
]
λίσσομαι
κάμνων καὶ τί ποιήσας
[
3
]
ἔκλεψαν
δέ μου τὰ ὑπάρχοντα ἀλλότριοι τίς ἐστιν οὗτος τῇ χειρί μου συνδεθήτω
[
4
]
ὅτι
καρδίαν αὐτῶν ἔκρυψας ἀπὸ φρονήσεως διὰ τοῦτο οὐ μὴ ὑψώσῃς αὐτούς
[
5
]
τῇ
μερίδι ἀναγγελεῖ κακίας ὀφθαλμοὶ δέ μου ἐφ υἱοῖς ἐτάκησαν
[
6
]
ἔθου
δέ με θρύλημα ἐν ἔθνεσιν γέλως δὲ αὐτοῖς ἀπέβην
[
7
]
πεπώρωνται
γὰρ ἀπὸ ὀργῆς οἱ ὀφθαλμοί μου πεπολιόρκημαι μεγάλως ὑπὸ πάντων
[
8
]
θαῦμα
ἔσχεν ἀληθινοὺς ἐπὶ τούτῳ δίκαιος δὲ ἐπὶ παρανόμῳ ἐπανασταίη
[
9
]
σχοίη
δὲ πιστὸς τὴν ἑαυτοῦ ὁδόν καθαρὸς δὲ χεῖρας ἀναλάβοι θάρσος
[
10
]
οὐ
μὴν δὲ ἀλλὰ πάντες ἐρείδετε καὶ δεῦτε δή οὐ γὰρ εὑρίσκω ἐν ὑμῖν ἀληθές
[
11
]
αἱ
ἡμέραι μου παρῆλθον ἐν βρόμῳ ἐρράγη δὲ τὰ ἄρθρα τῆς καρδίας μου
[
12
]
νύκτα
εἰς ἡμέραν ἔθηκαν φῶς ἐγγὺς ἀπὸ προσώπου σκότους
[
13
]
ἐὰν
γὰρ ὑπομείνω ᾅδης μου ὁ οἶκος ἐν δὲ γνόφῳ ἔστρωταί μου ἡ στρωμνή
[
14
]
θάνατον
ἐπεκαλεσάμην πατέρα μου εἶναι μητέρα δέ μου καὶ ἀδελφὴν σαπρίαν
[
15
]
ποῦ
οὖν μου ἔτι ἐστὶν ἡ ἐλπίς ἦ τὰ ἀγαθά μου ὄψομαι
[
16
]
ἦ
μετ ἐμοῦ εἰς ᾅδην καταβήσονται ἢ ὁμοθυμαδὸν ἐπὶ χώματος καταβησόμεθα
Credit
Source:
sacred-texts.org
Top