The Septuagint
LXX
➕
←
Job
Job
18
→
[
1
]
ὑπολαβὼν
δὲ βαλδαδ ὁ σαυχίτης λέγει
[
2
]
μέχρι
τίνος οὐ παύσῃ ἐπίσχες ἵνα καὶ αὐτοὶ λαλήσωμεν
[
3
]
διὰ
τί ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου
[
4
]
κέχρηταί
σοι ὀργή τί γάρ ἐὰν σὺ ἀποθάνῃς ἀοίκητος ἡ ὑπ οὐρανόν ἢ καταστραφήσεται ὄρη ἐκ θεμελίων
[
5
]
καὶ
φῶς ἀσεβῶν σβεσθήσεται καὶ οὐκ ἀποβήσεται αὐτῶν ἡ φλόξ
[
6
]
τὸ
φῶς αὐτοῦ σκότος ἐν διαίτῃ ὁ δὲ λύχνος ἐπ αὐτῷ σβεσθήσεται
[
7
]
θηρεύσαισαν
ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτοῦ σφάλαι δὲ αὐτοῦ ἡ βουλή
[
8
]
ἐμβέβληται
δὲ ὁ ποὺς αὐτοῦ ἐν παγίδι ἐν δικτύῳ ἑλιχθείη
[
9
]
ἔλθοισαν
δὲ ἐπ αὐτὸν παγίδες κατισχύσει ἐπ αὐτὸν διψῶντας
[
10
]
κέκρυπται
ἐν τῇ γῇ σχοινίον αὐτοῦ καὶ ἡ σύλλημψις αὐτοῦ ἐπὶ τρίβων
[
11
]
κύκλῳ
ὀλέσαισαν αὐτὸν ὀδύναι πολλοὶ δὲ περὶ πόδας αὐτοῦ ἔλθοισαν ἐν λιμῷ στενῷ
[
12
]
πτῶμα
δὲ αὐτῷ ἡτοίμασται ἐξαίσιον
[
13
]
βρωθείησαν
αὐτοῦ κλῶνες ποδῶν κατέδεται δὲ τὰ ὡραῖα αὐτοῦ θάνατος
[
14
]
ἐκραγείη
δὲ ἐκ διαίτης αὐτοῦ ἴασις σχοίη δὲ αὐτὸν ἀνάγκη αἰτίᾳ βασιλικῇ
[
15
]
κατασκηνώσει
ἐν τῇ σκηνῇ αὐτοῦ ἐν νυκτὶ αὐτοῦ κατασπαρήσονται τὰ εὐπρεπῆ αὐτοῦ θείῳ
[
16
]
ὑποκάτωθεν
αἱ ῥίζαι αὐτοῦ ξηρανθήσονται καὶ ἐπάνωθεν ἐπιπεσεῖται θερισμὸς αὐτοῦ
[
17
]
τὸ
μνημόσυνον αὐτοῦ ἀπόλοιτο ἐκ γῆς καὶ ὑπάρχει ὄνομα αὐτῷ ἐπὶ πρόσωπον ἐξωτέρω
[
18
]
ἀπώσειεν
αὐτὸν ἐκ φωτὸς εἰς σκότος
[
19
]
οὐκ
ἔσται ἐπίγνωστος ἐν λαῷ αὐτοῦ οὐδὲ σεσῳσμένος ἐν τῇ ὑπ οὐρανὸν ὁ οἶκος αὐτοῦ ἀλλ ἐν τοῖς αὐτοῦ ζήσονται ἕτεροι
[
20
]
ἐπ
αὐτῷ ἐστέναξαν ἔσχατοι πρώτους δὲ ἔσχεν θαῦμα
[
21
]
οὗτοί
εἰσιν οἶκοι ἀδίκων οὗτος δὲ ὁ τόπος τῶν μὴ εἰδότων τὸν κύριον
Credit
Source:
sacred-texts.org
Top