The Septuagint
LXX
➕
←
Job
Job
21
→
[
1
]
ὑπολαβὼν
δὲ ιωβ λέγει
[
2
]
ἀκούσατε
ἀκούσατέ μου τῶν λόγων ἵνα μὴ ᾖ μοι παρ ὑμῶν αὕτη ἡ παράκλησις
[
3
]
ἄρατέ
με ἐγὼ δὲ λαλήσω εἶτ οὐ καταγελάσετέ μου
[
4
]
τί
γάρ μὴ ἀνθρώπου μου ἡ ἔλεγξις ἢ διὰ τί οὐ θυμωθήσομαι
[
5
]
εἰσβλέψαντες
εἰς ἐμὲ θαυμάσατε χεῖρα θέντες ἐπὶ σιαγόνι
[
6
]
ἐάν
τε γὰρ μνησθῶ ἐσπούδακα ἔχουσιν δέ μου τὰς σάρκας ὀδύναι
[
7
]
διὰ
τί ἀσεβεῖς ζῶσιν πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ
[
8
]
ὁ
σπόρος αὐτῶν κατὰ ψυχήν τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς
[
9
]
οἱ
οἶκοι αὐτῶν εὐθηνοῦσιν φόβος δὲ οὐδαμοῦ μάστιξ δὲ παρὰ κυρίου οὐκ ἔστιν ἐπ αὐτοῖς
[
10
]
ἡ
βοῦς αὐτῶν οὐκ ὠμοτόκησεν διεσώθη δὲ αὐτῶν ἐν γαστρὶ ἔχουσα καὶ οὐκ ἔσφαλεν
[
11
]
μένουσιν
δὲ ὡς πρόβατα αἰώνια τὰ δὲ παιδία αὐτῶν προσπαίζουσιν
[
12
]
ἀναλαβόντες
ψαλτήριον καὶ κιθάραν καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ
[
13
]
συνετέλεσαν
δὲ ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν ἐν δὲ ἀναπαύσει ᾅδου ἐκοιμήθησαν
[
14
]
λέγει
δὲ κυρίῳ ἀπόστα ἀπ ἐμοῦ ὁδούς σου εἰδέναι οὐ βούλομαι
[
15
]
τί
ἱκανός ὅτι δουλεύσομεν αὐτῷ καὶ τίς ὠφέλεια ὅτι ἀπαντήσομεν αὐτῷ
[
16
]
ἐν
χερσὶν γὰρ ἦν αὐτῶν τὰ ἀγαθά ἔργα δὲ ἀσεβῶν οὐκ ἐφορᾷ
[
17
]
οὐ
μὴν δὲ ἀλλὰ καὶ ἀσεβῶν λύχνος σβεσθήσεται ἐπελεύσεται δὲ αὐτοῖς ἡ καταστροφή ὠδῖνες δὲ αὐτοὺς ἕξουσιν ἀπὸ ὀργῆς
[
18
]
ἔσονται
δὲ ὥσπερ ἄχυρα πρὸ ἀνέμου ἢ ὥσπερ κονιορτός ὃν ὑφείλατο λαῖλαψ
[
19
]
ἐκλίποι
υἱοὺς τὰ ὑπάρχοντα αὐτοῦ ἀνταποδώσει πρὸς αὐτὸν καὶ γνώσεται
[
20
]
ἴδοισαν
οἱ ὀφθαλμοὶ αὐτοῦ τὴν ἑαυτοῦ σφαγήν ἀπὸ δὲ κυρίου μὴ διασωθείη
[
21
]
ὅτι
τί θέλημα αὐτοῦ ἐν οἴκῳ αὐτοῦ μετ αὐτόν καὶ ἀριθμοὶ μηνῶν αὐτοῦ διῃρέθησαν
[
22
]
πότερον
οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην αὐτὸς δὲ φόνους διακρινεῖ
[
23
]
οὗτος
ἀποθανεῖται ἐν κράτει ἁπλοσύνης αὐτοῦ ὅλος δὲ εὐπαθῶν καὶ εὐθηνῶν
[
24
]
τὰ
δὲ ἔγκατα αὐτοῦ πλήρη στέατος μυελὸς δὲ αὐτοῦ διαχεῖται
[
25
]
ὁ
δὲ τελευτᾷ ὑπὸ πικρίας ψυχῆς οὐ φαγὼν οὐδὲν ἀγαθόν
[
26
]
ὁμοθυμαδὸν
δὲ ἐπὶ γῆς κοιμῶνται σαπρία δὲ αὐτοὺς ἐκάλυψεν
[
27
]
ὥστε
οἶδα ὑμᾶς ὅτι τόλμῃ ἐπίκεισθέ μοι
[
28
]
ὅτι
ἐρεῖτε ποῦ ἐστιν οἶκος ἄρχοντος καὶ ποῦ ἐστιν ἡ σκέπη τῶν σκηνωμάτων τῶν ἀσεβῶν
[
29
]
ἐρωτήσατε
παραπορευομένους ὁδόν καὶ τὰ σημεῖα αὐτῶν οὐκ ἀπαλλοτριώσετε
[
30
]
ὅτι
εἰς ἡμέραν ἀπωλείας κουφίζεται ὁ πονηρός εἰς ἡμέραν ὀργῆς αὐτοῦ ἀπαχθήσονται
[
31
]
τίς
ἀπαγγελεῖ ἐπὶ προσώπου αὐτοῦ τὴν ὁδὸν αὐτοῦ καὶ αὐτὸς ἐποίησεν τίς ἀνταποδώσει αὐτῷ
[
32
]
καὶ
αὐτὸς εἰς τάφους ἀπηνέχθη καὶ ἐπὶ σορῷ ἠγρύπνησεν
[
33
]
ἐγλυκάνθησαν
αὐτῷ χάλικες χειμάρρου καὶ ὀπίσω αὐτοῦ πᾶς ἄνθρωπος ἀπελεύσεται καὶ ἔμπροσθεν αὐτοῦ ἀναρίθμητοι
[
34
]
πῶς
δὲ παρακαλεῖτέ με κενά τὸ δὲ ἐμὲ καταπαύσασθαι ἀφ ὑμῶν οὐδέν
Credit
Source:
sacred-texts.org
Top