The Septuagint
LXX
➕
←
Job
Job
3
→
[
1
]
μετὰ
τοῦτο ἤνοιξεν ιωβ τὸ στόμα αὐτοῦ
[
2
]
καὶ
κατηράσατο τὴν ἡμέραν αὐτοῦ λέγων
[
3
]
ἀπόλοιτο
ἡ ἡμέρα ἐν ᾗ ἐγεννήθην καὶ ἡ νύξ ἐν ᾗ εἶπαν ἰδοὺ ἄρσεν
[
4
]
ἡ
ἡμέρα ἐκείνη εἴη σκότος καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ κύριος ἄνωθεν μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος
[
5
]
ἐκλάβοι
δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου ἐπέλθοι ἐπ αὐτὴν γνόφος
[
6
]
καταραθείη
ἡ ἡμέρα καὶ ἡ νὺξ ἐκείνη ἀπενέγκαιτο αὐτὴν σκότος μὴ εἴη εἰς ἡμέρας ἐνιαυτοῦ μηδὲ ἀριθμηθείη εἰς ἡμέρας μηνῶν
[
7
]
ἀλλὰ
ἡ νὺξ ἐκείνη εἴη ὀδύνη καὶ μὴ ἔλθοι ἐπ αὐτὴν εὐφροσύνη μηδὲ χαρμονή
[
8
]
ἀλλὰ
καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι
[
9
]
σκοτωθείη
τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης ὑπομείναι καὶ εἰς φωτισμὸν μὴ ἔλθοι καὶ μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα
[
10
]
ὅτι
οὐ συνέκλεισεν πύλας γαστρὸς μητρός μου ἀπήλλαξεν γὰρ ἂν πόνον ἀπὸ ὀφθαλμῶν μου
[
11
]
διὰ
τί γὰρ ἐν κοιλίᾳ οὐκ ἐτελεύτησα ἐκ γαστρὸς δὲ ἐξῆλθον καὶ οὐκ εὐθὺς ἀπωλόμην
[
12
]
ἵνα
τί δὲ συνήντησάν μοι γόνατα ἵνα τί δὲ μαστοὺς ἐθήλασα
[
13
]
νῦν
ἂν κοιμηθεὶς ἡσύχασα ὑπνώσας δὲ ἀνεπαυσάμην
[
14
]
μετὰ
βασιλέων βουλευτῶν γῆς οἳ ἠγαυριῶντο ἐπὶ ξίφεσιν
[
15
]
ἢ
μετὰ ἀρχόντων ὧν πολὺς ὁ χρυσός οἳ ἔπλησαν τοὺς οἴκους αὐτῶν ἀργυρίου
[
16
]
ἢ
ὥσπερ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς ἢ ὥσπερ νήπιοι οἳ οὐκ εἶδον φῶς
[
17
]
ἐκεῖ
ἀσεβεῖς ἐξέκαυσαν θυμὸν ὀργῆς ἐκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι
[
18
]
ὁμοθυμαδὸν
δὲ οἱ αἰώνιοι οὐκ ἤκουσαν φωνὴν φορολόγου
[
19
]
μικρὸς
καὶ μέγας ἐκεῖ ἐστιν καὶ θεράπων οὐ δεδοικὼς τὸν κύριον αὐτοῦ
[
20
]
ἵνα
τί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς
[
21
]
οἳ
ὁμείρονται τοῦ θανάτου καὶ οὐ τυγχάνουσιν ἀνορύσσοντες ὥσπερ θησαυρούς
[
22
]
περιχαρεῖς
δὲ ἐγένοντο ἐὰν κατατύχωσιν
[
23
]
θάνατος
ἀνδρὶ ἀνάπαυμα συνέκλεισεν γὰρ ὁ θεὸς κατ αὐτοῦ
[
24
]
πρὸ
γὰρ τῶν σίτων μου στεναγμός μοι ἥκει δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ
[
25
]
φόβος
γάρ ὃν ἐφρόντισα ἦλθέν μοι καὶ ὃν ἐδεδοίκειν συνήντησέν μοι
[
26
]
οὔτε
εἰρήνευσα οὔτε ἡσύχασα οὔτε ἀνεπαυσάμην ἦλθεν δέ μοι ὀργή
Credit
Source:
sacred-texts.org
Top