[1]ἡσύχασαν δὲ καὶ οἱ τρεῖς φίλοι αὐτοῦ ἔτι ἀντειπεῖν ιωβ ἦν γὰρ ιωβ δίκαιος ἐναντίον αὐτῶν [2]ὠργίσθη δὲ ελιους ὁ τοῦ βαραχιηλ ὁ βουζίτης ἐκ τῆς συγγενείας ραμ τῆς αυσίτιδος χώρας ὠργίσθη δὲ τῷ ιωβ σφόδρα διότι ἀπέφηνεν ἑαυτὸν δίκαιον ἐναντίον κυρίου [3]καὶ κατὰ τῶν τριῶν δὲ φίλων ὠργίσθη σφόδρα διότι οὐκ ἠδυνήθησαν ἀποκριθῆναι ἀντίθετα ιωβ καὶ ἔθεντο αὐτὸν εἶναι ἀσεβῆ [4]ελιους δὲ ὑπέμεινεν δοῦναι ἀπόκρισιν ιωβ ὅτι πρεσβύτεροι αὐτοῦ εἰσιν ἡμέραις [5]καὶ εἶδεν ελιους ὅτι οὐκ ἔστιν ἀπόκρισις ἐν στόματι τῶν τριῶν ἀνδρῶν καὶ ἐθυμώθη ὀργὴ αὐτοῦ [6]ὑπολαβὼν δὲ ελιους ὁ τοῦ βαραχιηλ ὁ βουζίτης εἶπεν νεώτερος μέν εἰμι τῷ χρόνῳ ὑμεῖς δέ ἐστε πρεσβύτεροι διὸ ἡσύχασα φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην [7]εἶπα δὲ ὅτι ὁ χρόνος ἐστὶν ὁ λαλῶν ἐν πολλοῖς δὲ ἔτεσιν οἴδασιν σοφίαν [8]ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς πνοὴ δὲ παντοκράτορός ἐστιν ἡ διδάσκουσα [9]οὐχ οἱ πολυχρόνιοί εἰσιν σοφοί οὐδ οἱ γέροντες οἴδασιν κρίμα [10]διὸ εἶπα ἀκούσατέ μου καὶ ἀναγγελῶ ὑμῖν ἃ οἶδα [11]ἐνωτίζεσθέ μου τὰ ῥήματα ἐρῶ γὰρ ὑμῶν ἀκουόντων ἄχρι οὗ ἐτάσητε λόγους [12]καὶ μέχρι ὑμῶν συνήσω καὶ ἰδοὺ οὐκ ἦν τῷ ιωβ ἐλέγχων ἀνταποκρινόμενος ῥήματα αὐτοῦ ἐξ ὑμῶν [13]ἵνα μὴ εἴπητε εὕρομεν σοφίαν κυρίῳ προσθέμενοι [14]ἀνθρώπῳ δὲ ἐπετρέψατε λαλῆσαι τοιαῦτα ῥήματα [15]ἐπτοήθησαν οὐκ ἀπεκρίθησαν ἔτι ἐπαλαίωσαν ἐξ αὐτῶν λόγους [16]ὑπέμεινα οὐ γὰρ ἐλάλησαν ὅτι ἔστησαν οὐκ ἀπεκρίθησαν [17]ὑπολαβὼν δὲ ελιους λέγει [18]πάλιν λαλήσω πλήρης γάρ εἰμι ῥημάτων ὀλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός [19] δὲ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος ἢ ὥσπερ φυσητὴρ χαλκέως ἐρρηγώς [20]λαλήσω ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη [21]ἄνθρωπον γὰρ οὐ μὴ αἰσχυνθῶ ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπῶ [22]οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπον εἰ δὲ μή καὶ ἐμὲ σῆτες ἔδονται
Credit

Source: sacred-texts.org
Top