The Septuagint
LXX
➕
←
Job
Job
6
→
[
1
]
ὑπολαβὼν
δὲ ιωβ λέγει
[
2
]
εἰ
γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργήν τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν
[
3
]
καὶ
δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται ἀλλ ὡς ἔοικεν τὰ ῥήματά μού ἐστιν φαῦλα
[
4
]
βέλη
γὰρ κυρίου ἐν τῷ σώματί μού ἐστιν ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα ὅταν ἄρξωμαι λαλεῖν κεντοῦσί με
[
5
]
τί
γάρ μὴ διὰ κενῆς κεκράξεται ὄνος ἄγριος ἀλλ ἢ τὰ σῖτα ζητῶν εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα
[
6
]
εἰ
βρωθήσεται ἄρτος ἄνευ ἁλός εἰ δὲ καὶ ἔστιν γεῦμα ἐν ῥήμασιν κενοῖς
[
7
]
οὐ
δύναται γὰρ παύσασθαί μου ἡ ψυχή βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος
[
8
]
εἰ
γὰρ δῴη καὶ ἔλθοι μου ἡ αἴτησις καὶ τὴν ἐλπίδα μου δῴη ὁ κύριος
[
9
]
ἀρξάμενος
ὁ κύριος τρωσάτω με εἰς τέλος δὲ μή με ἀνελέτω
[
10
]
εἴη
δέ μου πόλις τάφος ἐφ ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπ αὐτῆς οὐ μὴ φείσωμαι οὐ γὰρ ἐψευσάμην ῥήματα ἅγια θεοῦ μου
[
11
]
τίς
γάρ μου ἡ ἰσχύς ὅτι ὑπομένω ἢ τίς μου ὁ χρόνος ὅτι ἀνέχεταί μου ἡ ψυχή
[
12
]
μὴ
ἰσχὺς λίθων ἡ ἰσχύς μου ἢ αἱ σάρκες μού εἰσιν χάλκειαι
[
13
]
ἦ
οὐκ ἐπ αὐτῷ ἐπεποίθειν βοήθεια δὲ ἀπ ἐμοῦ ἄπεστιν
[
14
]
ἀπείπατό
με ἔλεος ἐπισκοπὴ δὲ κυρίου ὑπερεῖδέν με
[
15
]
οὐ
προσεῖδόν με οἱ ἐγγύτατοί μου ὥσπερ χειμάρρους ἐκλείπων ἢ ὥσπερ κῦμα παρῆλθόν με
[
16
]
οἵτινές
με διευλαβοῦντο νῦν ἐπιπεπτώκασίν μοι ὥσπερ χιὼν ἢ κρύσταλλος πεπηγώς
[
17
]
καθὼς
τακεῖσα θέρμης γενομένης οὐκ ἐπεγνώσθη ὅπερ ἦν
[
18
]
οὕτως
κἀγὼ κατελείφθην ὑπὸ πάντων ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην
[
19
]
ἴδετε
ὁδοὺς θαιμανων ἀτραποὺς σαβων οἱ διορῶντες
[
20
]
καὶ
αἰσχύνην ὀφειλήσουσιν οἱ ἐπὶ πόλεσιν καὶ χρήμασιν πεποιθότες
[
21
]
ἀτὰρ
δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε
[
22
]
τί
γάρ μή τι ὑμᾶς ᾔτησα ἢ τῆς παρ ὑμῶν ἰσχύος ἐπιδέομαι
[
23
]
ὥστε
σῶσαί με ἐξ ἐχθρῶν ἢ ἐκ χειρὸς δυναστῶν ῥύσασθαί με
[
24
]
διδάξατέ
με ἐγὼ δὲ κωφεύσω εἴ τι πεπλάνημαι φράσατέ μοι
[
25
]
ἀλλ
ὡς ἔοικεν φαῦλα ἀληθινοῦ ῥήματα οὐ γὰρ παρ ὑμῶν ἰσχὺν αἰτοῦμαι
[
26
]
οὐδὲ
ὁ ἔλεγχος ὑμῶν ῥήμασίν με παύσει οὐδὲ γὰρ ὑμῶν φθέγμα ῥήματος ἀνέξομαι
[
27
]
πλὴν
ὅτι ἐπ ὀρφανῷ ἐπιπίπτετε ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν
[
28
]
νυνὶ
δὲ εἰσβλέψας εἰς πρόσωπα ὑμῶν οὐ ψεύσομαι
[
29
]
καθίσατε
δὴ καὶ μὴ εἴη ἄδικον καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε
[
30
]
οὐ
γάρ ἐστιν ἐν γλώσσῃ μου ἄδικον ἢ ὁ λάρυγξ μου οὐχὶ σύνεσιν μελετᾷ
Credit
Source:
sacred-texts.org
Top