[1]ἦν δέ τις ἀσθενῶν, λάζαρος ἀπὸ βηθανίας, ἐκ τῆς κώμης μαρίας καὶ μάρθας τῆς ἀδελφῆς αὐτῆς. [2]ἦν δὲ μαριὰμ ἡ ἀλείψασα τὸν κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς λάζαρος ἠσθένει. [3]ἀπέστειλαν οὗν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι, κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ. [4]ἀκούσας δὲ ὁ ἰησοῦς εἶπεν, αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον ἀλλ᾽ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ θεοῦ δι᾽ αὐτῆς. [5]ἠγάπα δὲ ὁ ἰησοῦς τὴν μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν λάζαρον. [6]ὡς οὗν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας· [7]ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς, ἄγωμεν εἰς τὴν ἰουδαίαν πάλιν. [8]λέγουσιν αὐτῶ οἱ μαθηταί, ῥαββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ; [9]ἀπεκρίθη ἰησοῦς, οὐχὶ δώδεκα ὧραί εἰσιν τῆς ἡμέρας; ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει· [10]ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῶ. [11]ταῦτα εἶπεν, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς, λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. [12]εἶπαν οὗν οἱ μαθηταὶ αὐτῶ, κύριε, εἰ κεκοίμηται σωθήσεται. [13]εἰρήκει δὲ ὁ ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ. ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει. [14]τότε οὗν εἶπεν αὐτοῖς ὁ ἰησοῦς παρρησίᾳ, λάζαρος ἀπέθανεν, [15]καὶ χαίρω δι᾽ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλὰ ἄγωμεν πρὸς αὐτόν. [16]εἶπεν οὗν θωμᾶς ὁ λεγόμενος δίδυμος τοῖς συμμαθηταῖς, ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετ᾽ αὐτοῦ. [17]ἐλθὼν οὗν ὁ ἰησοῦς εὖρεν αὐτὸν τέσσαρας ἤδη ἡμέρας ἔχοντα ἐν τῶ μνημείῳ. [18]ἦν δὲ ἡ βηθανία ἐγγὺς τῶν ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε. [19]πολλοὶ δὲ ἐκ τῶν ἰουδαίων ἐληλύθεισαν πρὸς τὴν μάρθαν καὶ μαριὰμ ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ. [20] οὗν μάρθα ὡς ἤκουσεν ὅτι ἰησοῦς ἔρχεται ὑπήντησεν αὐτῶ· μαριὰμ δὲ ἐν τῶ οἴκῳ ἐκαθέζετο. [21]εἶπεν οὗν ἡ μάρθα πρὸς τὸν ἰησοῦν, κύριε, εἰ ἦς ὧδε οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου· [22][ἀλλὰ] καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεὸν δώσει σοι ὁ θεός. [23]λέγει αὐτῇ ὁ ἰησοῦς, ἀναστήσεται ὁ ἀδελφός σου. [24]λέγει αὐτῶ ἡ μάρθα, οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. [25]εἶπεν αὐτῇ ὁ ἰησοῦς, ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται, [26]καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα· πιστεύεις τοῦτο; [27]λέγει αὐτῶ, ναί, κύριε· ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος. [28]καὶ τοῦτο εἰποῦσα ἀπῆλθεν καὶ ἐφώνησεν μαριὰμ τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα, ὁ διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε. [29]ἐκείνη δὲ ὡς ἤκουσεν ἠγέρθη ταχὺ καὶ ἤρχετο πρὸς αὐτόν· [30]οὔπω δὲ ἐληλύθει ὁ ἰησοῦς εἰς τὴν κώμην, ἀλλ᾽ ἦν ἔτι ἐν τῶ τόπῳ ὅπου ὑπήντησεν αὐτῶ ἡ μάρθα. [31]οἱ οὗν ἰουδαῖοι οἱ ὄντες μετ᾽ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν μαριὰμ ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ, δόξαντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ. [32] οὗν μαριὰμ ὡς ἦλθεν ὅπου ἦν ἰησοῦς ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ πρὸς τοὺς πόδας, λέγουσα αὐτῶ, κύριε, εἰ ἦς ὧδε οὐκ ἄν μου ἀπέθανεν ὁ ἀδελφός. [33]ἰησοῦς οὗν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ ἰουδαίους κλαίοντας, ἐνεβριμήσατο τῶ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν, [34]καὶ εἶπεν, ποῦ τεθείκατε αὐτόν; λέγουσιν αὐτῶ, κύριε, ἔρχου καὶ ἴδε. [35]ἐδάκρυσεν ὁ ἰησοῦς. [36]ἔλεγον οὗν οἱ ἰουδαῖοι, ἴδε πῶς ἐφίλει αὐτόν. [37]τινὲς δὲ ἐξ αὐτῶν εἶπαν, οὐκ ἐδύνατο οὖτος ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ ποιῆσαι ἵνα καὶ οὖτος μὴ ἀποθάνῃ; [38]ἰησοῦς οὗν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῶ ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ᾽ αὐτῶ. [39]λέγει ὁ ἰησοῦς, ἄρατε τὸν λίθον. λέγει αὐτῶ ἡ ἀδελφὴ τοῦ τετελευτηκότος μάρθα, κύριε, ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν. [40]λέγει αὐτῇ ὁ ἰησοῦς, οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψῃ τὴν δόξαν τοῦ θεοῦ; [41]ἦραν οὗν τὸν λίθον. ὁ δὲ ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν, πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου. [42]ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. [43]καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασεν, λάζαρε, δεῦρο ἔξω. [44]ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. λέγει αὐτοῖς ὁ ἰησοῦς, λύσατε αὐτὸν καὶ ἄφετε αὐτὸν ὑπάγειν. [45]πολλοὶ οὗν ἐκ τῶν ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν μαριὰμ καὶ θεασάμενοι ἃ ἐποίησεν, ἐπίστευσαν εἰς αὐτόν· [46]τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς φαρισαίους καὶ εἶπαν αὐτοῖς ἃ ἐποίησεν ἰησοῦς. [47]συνήγαγον οὗν οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι συνέδριον, καὶ ἔλεγον, τί ποιοῦμεν, ὅτι οὖτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα; [48]ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος. [49]εἷς δέ τις ἐξ αὐτῶν καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς, ὑμεῖς οὐκ οἴδατε οὐδέν, [50]οὐδὲ λογίζεσθε ὅτι συμφέρει ὑμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. [51]τοῦτο δὲ ἀφ᾽ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου ἐπροφήτευσεν ὅτι ἔμελλεν ἰησοῦς ἀποθνῄσκειν ὑπὲρ τοῦ ἔθνους, [52]καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον ἀλλ᾽ ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. [53]ἀπ᾽ ἐκείνης οὗν τῆς ἡμέρας ἐβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν. [54] οὗν ἰησοῦς οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς ἐφραὶμ λεγομένην πόλιν, κἀκεῖ ἔμεινεν μετὰ τῶν μαθητῶν. [55]ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς. [56]ἐζήτουν οὗν τὸν ἰησοῦν καὶ ἔλεγον μετ᾽ ἀλλήλων ἐν τῶ ἱερῶ ἑστηκότες, τί δοκεῖ ὑμῖν; ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν; [57]δεδώκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι ἐντολὰς ἵνα ἐάν τις γνῶ ποῦ ἐστιν μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.
Credit

Author: Eberhard Nestle (1851–1913), Kurt Aland (1915–1994), Barbara Aland (b. 1937), et al.
Source: sacred-texts.org

See information...
Top