[1]καὶ μετὰ ταῦτα περιεπάτει ὁ ἰησοῦς ἐν τῇ γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ ἰουδαῖοι ἀποκτεῖναι. [2]ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν ἰουδαίων ἡ σκηνοπηγία. [3]εἶπον οὗν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ, μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσουσιν σοῦ τὰ ἔργα ἃ ποιεῖς· [4]οὐδεὶς γάρ τι ἐν κρυπτῶ ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῶ κόσμῳ. [5]οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. [6]λέγει οὗν αὐτοῖς ὁ ἰησοῦς, ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. [7]οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς, ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. [8]ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτήν· ἐγὼ οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ ἐμὸς καιρὸς οὔπω πεπλήρωται. [9]ταῦτα δὲ εἰπὼν αὐτὸς ἔμεινεν ἐν τῇ γαλιλαίᾳ. [10]ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ εἰς τὴν ἑορτήν, τότε καὶ αὐτὸς ἀνέβη, οὐ φανερῶς ἀλλὰ [ὡς] ἐν κρυπτῶ. [11]οἱ οὗν ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον, ποῦ ἐστιν ἐκεῖνος; [12]καὶ γογγυσμὸς περὶ αὐτοῦ ἦν πολὺς ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι ἀγαθός ἐστιν, ἄλλοι [δὲ] ἔλεγον, οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. [13]οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν ἰουδαίων. [14]ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν. [15]ἐθαύμαζον οὗν οἱ ἰουδαῖοι λέγοντες, πῶς οὖτος γράμματα οἶδεν μὴ μεμαθηκώς; [16]ἀπεκρίθη οὗν αὐτοῖς [ὁ] ἰησοῦς καὶ εἶπεν, ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντός με· [17]ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς πότερον ἐκ τοῦ θεοῦ ἐστιν ἢ ἐγὼ ἀπ᾽ ἐμαυτοῦ λαλῶ. [18] ἀφ᾽ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὖτος ἀληθής ἐστιν καὶ ἀδικία ἐν αὐτῶ οὐκ ἔστιν. [19]οὐ μωϊσῆς δέδωκεν ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. τί με ζητεῖτε ἀποκτεῖναι; [20]ἀπεκρίθη ὁ ὄχλος, δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; [21]ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτοῖς, ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε. [22]διὰ τοῦτο μωϊσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν _ οὐχ ὅτι ἐκ τοῦ μωϊσέως ἐστὶν ἀλλ᾽ ἐκ τῶν πατέρων _ καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. [23]εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος μωϊσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; [24]μὴ κρίνετε κατ᾽ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε. [25]ἔλεγον οὗν τινες ἐκ τῶν ἱεροσολυμιτῶν, οὐχ οὖτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; [26]καὶ ἴδε παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῶ λέγουσιν. μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὖτός ἐστιν ὁ χριστός; [27]ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηται οὐδεὶς γινώσκει πόθεν ἐστίν. [28]ἔκραξεν οὗν ἐν τῶ ἱερῶ διδάσκων ὁ ἰησοῦς καὶ λέγων, κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ᾽ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ᾽ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε· [29]ἐγὼ οἶδα αὐτόν, ὅτι παρ᾽ αὐτοῦ εἰμι κἀκεῖνός με ἀπέστειλεν. [30]ἐζήτουν οὗν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. [31]ἐκ τοῦ ὄχλου δὲ πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, καὶ ἔλεγον, ὁ χριστὸς ὅταν ἔλθῃ μὴ πλείονα σημεῖα ποιήσει ὧν οὖτος ἐποίησεν; [32]ἤκουσαν οἱ φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα, καὶ ἀπέστειλαν οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι ὑπηρέτας ἵνα πιάσωσιν αὐτόν. [33]εἶπεν οὗν ὁ ἰησοῦς, ἔτι χρόνον μικρὸν μεθ᾽ ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. [34]ζητήσετέ με καὶ οὐχ εὑρήσετέ [με], καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. [35]εἶπον οὗν οἱ ἰουδαῖοι πρὸς ἑαυτούς, ποῦ οὖτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; μὴ εἰς τὴν διασπορὰν τῶν ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς ἕλληνας; [36]τίς ἐστιν ὁ λόγος οὖτος ὃν εἶπεν, ζητήσετέ με καὶ οὐχ εὑρήσετέ [με], καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; [37]ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ ἰησοῦς καὶ ἔκραξεν λέγων, ἐάν τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω. [38] πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. [39]τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος ὃ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν· οὔπω γὰρ ἦν πνεῦμα, ὅτι ἰησοῦς οὐδέπω ἐδοξάσθη. [40]ἐκ τοῦ ὄχλου οὗν ἀκούσαντες τῶν λόγων τούτων ἔλεγον, οὖτός ἐστιν ἀληθῶς ὁ προφήτης· [41]ἄλλοι ἔλεγον, οὖτός ἐστιν ὁ χριστός· οἱ δὲ ἔλεγον, μὴ γὰρ ἐκ τῆς γαλιλαίας ὁ χριστὸς ἔρχεται; [42]οὐχ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος δαυίδ, καὶ ἀπὸ βηθλέεμ τῆς κώμης ὅπου ἦν δαυίδ, ἔρχεται ὁ χριστὸς; [43]σχίσμα οὗν ἐγένετο ἐν τῶ ὄχλῳ δι᾽ αὐτόν. [44]τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ᾽ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὰς χεῖρας. [45]ἦλθον οὗν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι, διὰ τί οὐκ ἠγάγετε αὐτόν; [46]ἀπεκρίθησαν οἱ ὑπηρέται, οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος. [47]ἀπεκρίθησαν οὗν αὐτοῖς οἱ φαρισαῖοι, μὴ καὶ ὑμεῖς πεπλάνησθε; [48]μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν φαρισαίων; [49]ἀλλὰ ὁ ὄχλος οὖτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπάρατοί εἰσιν. [50]λέγει νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν πρὸς αὐτὸν [τὸ] πρότερον, εἷς ὢν ἐξ αὐτῶν, [51]μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ πρῶτον παρ᾽ αὐτοῦ καὶ γνῶ τί ποιεῖ; [52]ἀπεκρίθησαν καὶ εἶπαν αὐτῶ, μὴ καὶ σὺ ἐκ τῆς γαλιλαίας εἶ; ἐραύνησον καὶ ἴδε ὅτι ἐκ τῆς γαλιλαίας προφήτης οὐκ ἐγείρεται. [53][[καὶ ἐπορεύθησαν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ,
Credit

Author: Eberhard Nestle (1851–1913), Kurt Aland (1915–1994), Barbara Aland (b. 1937), et al.
Source: sacred-texts.org

See information...
Top