|
[1]καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς.
[2]καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες, ῥαββί, τίς ἥμαρτεν, οὖτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;
[3]ἀπεκρίθη ἰησοῦς, οὔτε οὖτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ᾽ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ θεοῦ ἐν αὐτῶ.
[4]ἡμᾶς δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι.
[5]ὅταν ἐν τῶ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου.
[6]ταῦτα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισεν αὐτοῦ τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς
[7]καὶ εἶπεν αὐτῶ, ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ σιλωάμ ὃ ἑρμηνεύεται ἀπεσταλμένος. ἀπῆλθεν οὗν καὶ ἐνίψατο, καὶ ἦλθεν βλέπων.
[8]οἱ οὗν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι προσαίτης ἦν ἔλεγον, οὐχ οὖτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν;
[9]ἄλλοι ἔλεγον ὅτι οὖτός ἐστιν· ἄλλοι ἔλεγον, οὐχί, ἀλλὰ ὅμοιος αὐτῶ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι.
[10]ἔλεγον οὗν αὐτῶ, πῶς [οὗν] ἠνεῴχθησάν σου οἱ ὀφθαλμοί;
[11]ἀπεκρίθη ἐκεῖνος, ὁ ἄνθρωπος ὁ λεγόμενος ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέν μοι ὅτι ὕπαγε εἰς τὸν σιλωὰμ καὶ νίψαι· ἀπελθὼν οὗν καὶ νιψάμενος ἀνέβλεψα.
[12]καὶ εἶπαν αὐτῶ, ποῦ ἐστιν ἐκεῖνος; λέγει, οὐκ οἶδα.
[13]ἄγουσιν αὐτὸν πρὸς τοὺς φαρισαίους τόν ποτε τυφλόν.
[14]ἦν δὲ σάββατον ἐν ᾗ ἡμέρᾳ τὸν πηλὸν ἐποίησεν ὁ ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς.
[15]πάλιν οὗν ἠρώτων αὐτὸν καὶ οἱ φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς, πηλὸν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω.
[16]ἔλεγον οὗν ἐκ τῶν φαρισαίων τινές, οὐκ ἔστιν οὖτος παρὰ θεοῦ ὁ ἄνθρωπος, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἄλλοι [δὲ] ἔλεγον, πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς.
[17]λέγουσιν οὗν τῶ τυφλῶ πάλιν, τί σὺ λέγεις περὶ αὐτοῦ, ὅτι ἠνέῳξέν σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι προφήτης ἐστίν.
[18]οὐκ ἐπίστευσαν οὗν οἱ ἰουδαῖοι περὶ αὐτοῦ ὅτι ἦν τυφλὸς καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος
[19]καὶ ἠρώτησαν αὐτοὺς λέγοντες, οὖτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὗν βλέπει ἄρτι;
[20]ἀπεκρίθησαν οὗν οἱ γονεῖς αὐτοῦ καὶ εἶπαν, οἴδαμεν ὅτι οὖτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη·
[21]πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸν ἐρωτήσατε, ἡλικίαν ἔχει, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει.
[22]ταῦτα εἶπαν οἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς ἰουδαίους, ἤδη γὰρ συνετέθειντο οἱ ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ χριστόν, ἀποσυνάγωγος γένηται.
[23]διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπαν ὅτι ἡλικίαν ἔχει, αὐτὸν ἐπερωτήσατε.
[24]ἐφώνησαν οὗν τὸν ἄνθρωπον ἐκ δευτέρου ὃς ἦν τυφλὸς καὶ εἶπαν αὐτῶ, δὸς δόξαν τῶ θεῶ· ἡμεῖς οἴδαμεν ὅτι οὖτος ὁ ἄνθρωπος ἁμαρτωλός ἐστιν.
[25]ἀπεκρίθη οὗν ἐκεῖνος, εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω.
[26]εἶπον οὗν αὐτῶ, τί ἐποίησέν σοι; πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς;
[27]ἀπεκρίθη αὐτοῖς, εἶπον ὑμῖν ἤδη καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι;
[28]καὶ ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον, σὺ μαθητὴς εἶ ἐκείνου, ἡμεῖς δὲ τοῦ μωϊσέως ἐσμὲν μαθηταί·
[29]ἡμεῖς οἴδαμεν ὅτι μωϊσεῖ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.
[30]ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς, ἐν τούτῳ γὰρ τὸ θαυμαστόν ἐστιν ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἤνοιξέν μου τοὺς ὀφθαλμούς.
[31]οἴδαμεν ὅτι ἁμαρτωλῶν ὁ θεὸς οὐκ ἀκούει, ἀλλ᾽ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ τούτου ἀκούει.
[32]ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἠνέῳξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου·
[33]εἰ μὴ ἦν οὖτος παρὰ θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.
[34]ἀπεκρίθησαν καὶ εἶπαν αὐτῶ, ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω.
[35]ἤκουσεν ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν, σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου;
[36]ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν, καὶ τίς ἐστιν, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;
[37]εἶπεν αὐτῶ ὁ ἰησοῦς, καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.
[38]ὁ δὲ ἔφη, πιστεύω, κύριε· καὶ προσεκύνησεν αὐτῶ.
[39]καὶ εἶπεν ὁ ἰησοῦς, εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.
[40]ἤκουσαν ἐκ τῶν φαρισαίων ταῦτα οἱ μετ᾽ αὐτοῦ ὄντες, καὶ εἶπον αὐτῶ, μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν;
[41]εἶπεν αὐτοῖς ὁ ἰησοῦς, εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι βλέπομεν· ἡ ἁμαρτία ὑμῶν μένει.
|