The Septuagint
LXX
➕
←
Jonah
Jon
2
→
[
1
]
καὶ
προσέταξεν κύριος κήτει μεγάλῳ καταπιεῖν τὸν ιωναν καὶ ἦν ιωνας ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας
[
2
]
καὶ
προσηύξατο ιωνας πρὸς κύριον τὸν θεὸν αὐτοῦ ἐκ τῆς κοιλίας τοῦ κήτους
[
3
]
καὶ
εἶπεν ἐβόησα ἐν θλίψει μου πρὸς κύριον τὸν θεόν μου καὶ εἰσήκουσέν μου ἐκ κοιλίας ᾅδου κραυγῆς μου ἤκουσας φωνῆς μου
[
4
]
ἀπέρριψάς
με εἰς βάθη καρδίας θαλάσσης καὶ ποταμοί με ἐκύκλωσαν πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ ἐμὲ διῆλθον
[
5
]
καὶ
ἐγὼ εἶπα ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου ἆρα προσθήσω τοῦ ἐπιβλέψαι πρὸς τὸν ναὸν τὸν ἅγιόν σου
[
6
]
περιεχύθη
ὕδωρ μοι ἕως ψυχῆς ἄβυσσος ἐκύκλωσέν με ἐσχάτη ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων
[
7
]
κατέβην
εἰς γῆν ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι καὶ ἀναβήτω φθορὰ ζωῆς μου κύριε ὁ θεός μου
[
8
]
ἐν
τῷ ἐκλείπειν ἀπ ἐμοῦ τὴν ψυχήν μου τοῦ κυρίου ἐμνήσθην καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου εἰς ναὸν ἅγιόν σου
[
9
]
φυλασσόμενοι
μάταια καὶ ψευδῆ ἔλεος αὐτῶν ἐγκατέλιπον
[
10
]
ἐγὼ
δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι ὅσα ηὐξάμην ἀποδώσω σοι σωτηρίου τῷ κυρίῳ
[
11
]
καὶ
προσετάγη τῷ κήτει καὶ ἐξέβαλεν τὸν ιωναν ἐπὶ τὴν ξηράν
Credit
Source:
sacred-texts.org
Top