|
|
| [1]ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων, |
[1]επειδηπερ πολλοι επεχειρησαν αναταξασθαι διηγησιν περι των πεπληροφορημενων εν ημιν πραγματων |
| [2]καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ᾽ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, |
[2]καθως παρεδοσαν ημιν οι απ αρχης αυτοπται και υπηρεται γενομενοι του λογου |
| [3]ἔδοξε κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς καθεξῆς σοι γράψαι, κράτιστε θεόφιλε, |
[3]εδοξεν καμοι παρηκολουθηκοτι ανωθεν πασιν ακριβως καθεξης σοι γραψαι κρατιστε θεοφιλε |
| [4]ἵνα ἐπιγνῶς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν. |
[4]ινα επιγνως περι ων κατηχηθης λογων την ασφαλειαν |
| [5]ἐγένετο ἐν ταῖς ἡμέραις ἡρῴδου βασιλέως τῆς ἰουδαίας ἱερεύς τις ὀνόματι ζαχαρίας ἐξ ἐφημερίας ἀβιά, καὶ γυνὴ αὐτῶ ἐκ τῶν θυγατέρων ἀαρών, καὶ τὸ ὄνομα αὐτῆς ἐλισάβετ. |
[5]εγενετο εν ταις ημεραις ηρωδου του βασιλεως της ιουδαιας ιερευς τις ονοματι ζαχαριας εξ εφημεριας αβια και η γυνη αυτου εκ των θυγατερων ααρων και το ονομα αυτης ελισαβετ |
| [6]ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐναντίον τοῦ θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ κυρίου ἄμεμπτοι. |
[6]ησαν δε δικαιοι αμφοτεροι ενωπιον του θεου πορευομενοι εν πασαις ταις εντολαις και δικαιωμασιν του κυριου αμεμπτοι |
| [7]καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι ἦν ἡ ἐλισάβετ στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν. |
[7]και ουκ ην αυτοις τεκνον καθοτι η ελισαβετ ην στειρα και αμφοτεροι προβεβηκοτες εν ταις ημεραις αυτων ησαν |
| [8]ἐγένετο δὲ ἐν τῶ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ θεοῦ, |
[8]εγενετο δε εν τω ιερατευειν αυτον εν τη ταξει της εφημεριας αυτου εναντι του θεου |
| [9]κατὰ τὸ ἔθος τῆς ἱερατείας ἔλαχε τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ κυρίου, |
[9]κατα το εθος της ιερατειας ελαχεν του θυμιασαι εισελθων εις τον ναον του κυριου |
| [10]καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος· |
[10]και παν το πληθος ην του λαου προσευχομενον εξω τη ωρα του θυμιαματος |
| [11]ὤφθη δὲ αὐτῶ ἄγγελος κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. |
[11]ωφθη δε αυτω αγγελος κυριου εστως εκ δεξιων του θυσιαστηριου του θυμιαματος |
| [12]καὶ ἐταράχθη ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπ᾽ αὐτόν. |
[12]και εταραχθη ζαχαριας ιδων και φοβος επεπεσεν επ αυτον |
| [13]εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἄγγελος, μὴ φοβοῦ, ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ἰωάννην. |
[13]ειπεν δε προς αυτον ο αγγελος μη φοβου ζαχαρια διοτι εισηκουσθη η δεησις σου και η γυνη σου ελισαβετ γεννησει υιον σοι και καλεσεις το ονομα αυτου ιωαννην |
| [14]καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γενέσει αὐτοῦ χαρήσονται· |
[14]και εσται χαρα σοι και αγαλλιασις και πολλοι επι τη γεννησει αυτου χαρησονται |
| [15]ἔσται γὰρ μέγας ἐνώπιον [τοῦ] κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ, |
[15]εσται γαρ μεγας ενωπιον [του] κυριου και οινον και σικερα ου μη πιη και πνευματος αγιου πλησθησεται ετι εκ κοιλιας μητρος αυτου |
| [16]καὶ πολλοὺς τῶν υἱῶν ἰσραὴλ ἐπιστρέψει ἐπὶ κύριον τὸν θεὸν αὐτῶν. |
[16]και πολλους των υιων ισραηλ επιστρεψει επι κυριον τον θεον αυτων |
| [17]καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει ἠλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμένον. |
[17]και αυτος προελευσεται ενωπιον αυτου εν πνευματι και δυναμει ηλιου επιστρεψαι καρδιας πατερων επι τεκνα και απειθεις εν φρονησει δικαιων ετοιμασαι κυριω λαον κατεσκευασμενον |
| [18]καὶ εἶπεν ζαχαρίας πρὸς τὸν ἄγγελον, κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. |
[18]και ειπεν ζαχαριας προς τον αγγελον κατα τι γνωσομαι τουτο εγω γαρ ειμι πρεσβυτης και η γυνη μου προβεβηκυια εν ταις ημεραις αυτης |
| [19]καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῶ, ἐγώ εἰμι γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ καὶ εὐαγγελίσασθαί σοι ταῦτα· |
[19]και αποκριθεις ο αγγελος ειπεν αυτω εγω ειμι γαβριηλ ο παρεστηκως ενωπιον του θεου και απεσταλην λαλησαι προς σε και ευαγγελισασθαι σοι ταυτα |
| [20]καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ᾽ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν. |
[20]και ιδου εση σιωπων και μη δυναμενος λαλησαι αχρι ης ημερας γενηται ταυτα ανθ ων ουκ επιστευσας τοις λογοις μου οιτινες πληρωθησονται εις τον καιρον αυτων |
| [21]καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῶ χρονίζειν ἐν τῶ ναῶ αὐτόν. |
[21]και ην ο λαος προσδοκων τον ζαχαριαν και εθαυμαζον εν τω χρονιζειν αυτον εν τω ναω |
| [22]ἐξελθὼν δὲ οὐκ ἐδύνατο λαλῆσαι αὐτοῖς, καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῶ ναῶ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενεν κωφός. |
[22]εξελθων δε ουκ ηδυνατο λαλησαι αυτοις και επεγνωσαν οτι οπτασιαν εωρακεν εν τω ναω και αυτος ην διανευων αυτοις και διεμενεν κωφος |
| [23]καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. |
[23]και εγενετο ως επλησθησαν αι ημεραι της λειτουργιας αυτου απηλθεν εις τον οικον αυτου |
| [24]μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν ἐλισάβετ ἡ γυνὴ αὐτοῦ· καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα |
[24]μετα δε ταυτας τας ημερας συνελαβεν ελισαβετ η γυνη αυτου και περιεκρυβεν εαυτην μηνας πεντε λεγουσα |
| [25]ὅτι οὕτως μοι πεποίηκεν κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν ὄνειδός μου ἐν ἀνθρώποις. |
[25]οτι ουτως μοι πεποιηκεν ο κυριος εν ημεραις αις επειδεν αφελειν το ονειδος μου εν ανθρωποις |
| [26]ἐν δὲ τῶ μηνὶ τῶ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος γαβριὴλ ἀπὸ τοῦ θεοῦ εἰς πόλιν τῆς γαλιλαίας ᾗ ὄνομα ναζαρὲθ |
[26]εν δε τω μηνι τω εκτω απεσταλη ο αγγελος γαβριηλ υπο του θεου εις πολιν της γαλιλαιας η ονομα ναζαρετ |
| [27]πρὸς παρθένον ἐμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα ἰωσὴφ ἐξ οἴκου δαυίδ, καὶ τὸ ὄνομα τῆς παρθένου μαριάμ. |
[27]προς παρθενον μεμνηστευμενην ανδρι ω ονομα ιωσηφ εξ οικου δαυιδ και το ονομα της παρθενου μαριαμ |
| [28]καὶ εἰσελθὼν πρὸς αὐτὴν εἶπεν, χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ. |
[28]και εισελθων ο αγγελος προς αυτην ειπεν χαιρε κεχαριτωμενη ο κυριος μετα σου ευλογημενη συ εν γυναιξιν |
| [29]ἡ δὲ ἐπὶ τῶ λόγῳ διεταράχθη καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὖτος. |
[29]η δε ιδουσα διεταραχθη επι τω λογω αυτου και διελογιζετο ποταπος ειη ο ασπασμος ουτος |
| [30]καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ, μὴ φοβοῦ, μαριάμ, εὖρες γὰρ χάριν παρὰ τῶ θεῶ· |
[30]και ειπεν ο αγγελος αυτη μη φοβου μαριαμ ευρες γαρ χαριν παρα τω θεω |
| [31]καὶ ἰδοὺ συλλήμψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ἰησοῦν. |
[31]και ιδου συλληψη εν γαστρι και τεξη υιον και καλεσεις το ονομα αυτου ιησουν |
| [32]οὖτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῶ κύριος ὁ θεὸς τὸν θρόνον δαυὶδ τοῦ πατρὸς αὐτοῦ, |
[32]ουτος εσται μεγας και υιος υψιστου κληθησεται και δωσει αυτω κυριος ο θεος τον θρονον δαυιδ του πατρος αυτου |
| [33]καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. |
[33]και βασιλευσει επι τον οικον ιακωβ εις τους αιωνας και της βασιλειας αυτου ουκ εσται τελος |
| [34]εἶπεν δὲ μαριὰμ πρὸς τὸν ἄγγελον, πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; |
[34]ειπεν δε μαριαμ προς τον αγγελον πως εσται τουτο επει ανδρα ου γινωσκω |
| [35]καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ, πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται, υἱὸς θεοῦ. |
[35]και αποκριθεις ο αγγελος ειπεν αυτη πνευμα αγιον επελευσεται επι σε και δυναμις υψιστου επισκιασει σοι διο και το γεννωμενον αγιον κληθησεται υιος θεου |
| [36]καὶ ἰδοὺ ἐλισάβετ ἡ συγγενίς σου καὶ αὐτὴ συνείληφεν υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὖτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ· |
[36]και ιδου ελισαβετ η συγγενης σου και αυτη συνειληφυια υιον εν γηρει αυτης και ουτος μην εκτος εστιν αυτη τη καλουμενη στειρα |
| [37]ὅτι οὐκ ἀδυνατήσει παρὰ τοῦ θεοῦ πᾶν ῥῆμα. |
[37]οτι ουκ αδυνατησει παρα τω θεω παν ρημα |
| [38]εἶπεν δὲ μαριάμ, ἰδοὺ ἡ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. καὶ ἀπῆλθεν ἀπ᾽ αὐτῆς ὁ ἄγγελος. |
[38]ειπεν δε μαριαμ ιδου η δουλη κυριου γενοιτο μοι κατα το ρημα σου και απηλθεν απ αυτης ο αγγελος |
| [39]ἀναστᾶσα δὲ μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν ἰούδα, |
[39]αναστασα δε μαριαμ εν ταις ημεραις ταυταις επορευθη εις την ορεινην μετα σπουδης εις πολιν ιουδα |
| [40]καὶ εἰσῆλθεν εἰς τὸν οἶκον ζαχαρίου καὶ ἠσπάσατο τὴν ἐλισάβετ. |
[40]και εισηλθεν εις τον οικον ζαχαριου και ησπασατο την ελισαβετ |
| [41]καὶ ἐγένετο ὡς ἤκουσεν τὸν ἀσπασμὸν τῆς μαρίας ἡ ἐλισάβετ, ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη πνεύματος ἁγίου ἡ ἐλισάβετ, |
[41]και εγενετο ως ηκουσεν η ελισαβετ τον ασπασμον της μαριας εσκιρτησεν το βρεφος εν τη κοιλια αυτης και επλησθη πνευματος αγιου η ελισαβετ |
| [42]καὶ ἀνεφώνησεν κραυγῇ μεγάλῃ καὶ εἶπεν, εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. |
[42]και ανεφωνησεν φωνη μεγαλη και ειπεν ευλογημενη συ εν γυναιξιν και ευλογημενος ο καρπος της κοιλιας σου |
| [43]καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ κυρίου μου πρὸς ἐμέ; |
[43]και ποθεν μοι τουτο ινα ελθη η μητηρ του κυριου μου προς με |
| [44]ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου. |
[44]ιδου γαρ ως εγενετο η φωνη του ασπασμου σου εις τα ωτα μου εσκιρτησεν το βρεφος εν αγαλλιασει εν τη κοιλια μου |
| [45]καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ κυρίου. |
[45]και μακαρια η πιστευσασα οτι εσται τελειωσις τοις λελαλημενοις αυτη παρα κυριου |
| [46]καὶ εἶπεν μαριάμ, |
[46]και ειπεν μαριαμ μεγαλυνει η ψυχη μου τον κυριον |
| [47]μεγαλύνει ἡ ψυχή μου τὸν κύριον, καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῶ θεῶ τῶ σωτῆρί μου, |
[47]και ηγαλλιασεν το πνευμα μου επι τω θεω τω σωτηρι μου |
| [48]ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί· |
[48]οτι επεβλεψεν επι την ταπεινωσιν της δουλης αυτου ιδου γαρ απο του νυν μακαριουσιν με πασαι αι γενεαι |
| [49]ὅτι ἐποίησέν μοι μεγάλα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, |
[49]οτι εποιησεν μοι μεγαλεια ο δυνατος και αγιον το ονομα αυτου |
| [50]καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς καὶ γενεὰς τοῖς φοβουμένοις αὐτόν. |
[50]και το ελεος αυτου εις γενεας γενεων τοις φοβουμενοις αυτον |
| [51]ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν· |
[51]εποιησεν κρατος εν βραχιονι αυτου διεσκορπισεν υπερηφανους διανοια καρδιας αυτων |
| [52]καθεῖλεν δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσεν ταπεινούς, |
[52]καθειλεν δυναστας απο θρονων και υψωσεν ταπεινους |
| [53]πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς. |
[53]πεινωντας ενεπλησεν αγαθων και πλουτουντας εξαπεστειλεν κενους |
| [54]ἀντελάβετο ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, |
[54]αντελαβετο ισραηλ παιδος αυτου μνησθηναι ελεους |
| [55]καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῶ ἀβραὰμ καὶ τῶ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα. |
[55]καθως ελαλησεν προς τους πατερας ημων τω αβρααμ και τω σπερματι αυτου εις τον αιωνα |
| [56]ἔμεινεν δὲ μαριὰμ σὺν αὐτῇ ὡς μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς. |
[56]εμεινεν δε μαριαμ συν αυτη ωσει μηνας τρεις και υπεστρεψεν εις τον οικον αυτης |
| [57]τῇ δὲ ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν. |
[57]τη δε ελισαβετ επλησθη ο χρονος του τεκειν αυτην και εγεννησεν υιον |
| [58]καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν κύριος τὸ ἔλεος αὐτοῦ μετ᾽ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ. |
[58]και ηκουσαν οι περιοικοι και οι συγγενεις αυτης οτι εμεγαλυνεν κυριος το ελεος αυτου μετ αυτης και συνεχαιρον αυτη |
| [59]καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῶ ὀνόματι τοῦ πατρὸς αὐτοῦ ζαχαρίαν. |
[59]και εγενετο εν τη ογδοη ημερα ηλθον περιτεμειν το παιδιον και εκαλουν αυτο επι τω ονοματι του πατρος αυτου ζαχαριαν |
| [60]καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν, οὐχί, ἀλλὰ κληθήσεται ἰωάννης. |
[60]και αποκριθεισα η μητηρ αυτου ειπεν ουχι αλλα κληθησεται ιωαννης |
| [61]καὶ εἶπαν πρὸς αὐτὴν ὅτι οὐδείς ἐστιν ἐκ τῆς συγγενείας σου ὃς καλεῖται τῶ ὀνόματι τούτῳ. |
[61]και ειπον προς αυτην οτι ουδεις εστιν εν τη συγγενεια σου ος καλειται τω ονοματι τουτω |
| [62]ἐνένευον δὲ τῶ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτό. |
[62]ενενευον δε τω πατρι αυτου το τι αν θελοι καλεισθαι αυτον |
| [63]καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων, ἰωάννης ἐστὶν ὄνομα αὐτοῦ. καὶ ἐθαύμασαν πάντες. |
[63]και αιτησας πινακιδιον εγραψεν λεγων ιωαννης εστιν το ονομα αυτου και εθαυμασαν παντες |
| [64]ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν θεόν. |
[64]ανεωχθη δε το στομα αυτου παραχρημα και η γλωσσα αυτου και ελαλει ευλογων τον θεον |
| [65]καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα, |
[65]και εγενετο επι παντας φοβος τους περιοικουντας αυτους και εν ολη τη ορεινη της ιουδαιας διελαλειτο παντα τα ρηματα ταυτα |
| [66]καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν, λέγοντες, τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ γὰρ χεὶρ κυρίου ἦν μετ᾽ αὐτοῦ. |
[66]και εθεντο παντες οι ακουσαντες εν τη καρδια αυτων λεγοντες τι αρα το παιδιον τουτο εσται και χειρ κυριου ην μετ αυτου |
| [67]καὶ ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη πνεύματος ἁγίου καὶ ἐπροφήτευσεν λέγων, |
[67]και ζαχαριας ο πατηρ αυτου επλησθη πνευματος αγιου και προεφητευσεν λεγων |
| [68]εὐλογητὸς κύριος ὁ θεὸς τοῦ ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῶ λαῶ αὐτοῦ, |
[68]ευλογητος κυριος ο θεος του ισραηλ οτι επεσκεψατο και εποιησεν λυτρωσιν τω λαω αυτου |
| [69]καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ δαυὶδ παιδὸς αὐτοῦ, |
[69]και ηγειρεν κερας σωτηριας ημιν εν τω οικω δαυιδ του παιδος αυτου |
| [70]καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων ἀπ᾽ αἰῶνος προφητῶν αὐτοῦ, |
[70]καθως ελαλησεν δια στοματος των αγιων των απ αιωνος προφητων αυτου |
| [71]σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς· |
[71]σωτηριαν εξ εχθρων ημων και εκ χειρος παντων των μισουντων ημας |
| [72]ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ, |
[72]ποιησαι ελεος μετα των πατερων ημων και μνησθηναι διαθηκης αγιας αυτου |
| [73]ὅρκον ὃν ὤμοσεν πρὸς ἀβραὰμ τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν |
[73]ορκον ον ωμοσεν προς αβρααμ τον πατερα ημων του δουναι ημιν |
| [74]ἀφόβως ἐκ χειρὸς ἐχθρῶν ῥυσθέντας λατρεύειν αὐτῶ |
[74]αφοβως εκ χειρος των εχθρων ημων ρυσθεντας λατρευειν αυτω |
| [75]ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσαις ταῖς ἡμέραις ἡμῶν. |
[75]εν οσιοτητι και δικαιοσυνη ενωπιον αυτου πασας τας ημερας της ζωης ημων |
| [76]καὶ σὺ δέ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ, προπορεύσῃ γὰρ ἐνώπιον κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ, |
[76]και συ παιδιον προφητης υψιστου κληθηση προπορευση γαρ προ προσωπου κυριου ετοιμασαι οδους αυτου |
| [77]τοῦ δοῦναι γνῶσιν σωτηρίας τῶ λαῶ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν, |
[77]του δουναι γνωσιν σωτηριας τω λαω αυτου εν αφεσει αμαρτιων αυτων |
| [78]διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν, ἐν οἷς ἐπισκέψεται ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, |
[78]δια σπλαγχνα ελεους θεου ημων εν οις επεσκεψατο ημας ανατολη εξ υψους |
| [79]ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης. |
[79]επιφαναι τοις εν σκοτει και σκια θανατου καθημενοις του κατευθυναι τους ποδας ημων εις οδον ειρηνης |
| [80]τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν ἰσραήλ. |
[80]το δε παιδιον ηυξανεν και εκραταιουτο πνευματι και ην εν ταις ερημοις εως ημερας αναδειξεως αυτου προς τον ισραηλ |