|
|
| [1]Then resorted unto him all the Publicans, and sinners, to hear him. |
[1]Ἦσαν δὲ ⸂αὐτῷ ἐγγίζοντες⸃ πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ. |
| [2]Therefore the Pharisees and Scribes murmured, saying, He receiveth sinners, and eateth with them. |
[2]καὶ διεγόγγυζον οἵ ⸀τε Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς. |
| [3]Then spake he this parable to them, saying, |
[3]εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων· |
| [4]What man of you having an hundred sheep, if he lose one of them, doth not leave ninety and nine in the wilderness, and go after that which is lost, until he find it? |
[4]Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα καὶ ⸀ἀπολέσας ⸂ἐξ αὐτῶν ἓν⸃ οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἕως εὕρῃ αὐτό; |
| [5]And when he hath found it, he layeth it on his shoulders with joy. |
[5]καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους ⸀αὐτοῦ χαίρων, |
| [6]And when he cometh home, he calleth together his friends and neighbors, saying unto them, Rejoice with me: for I have found my sheep, which was lost. |
[6]καὶ ἐλθὼν εἰς τὸν οἶκον συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας, λέγων αὐτοῖς· Συγχάρητέ μοι ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός. |
| [7]I say unto you, that likewise joy shall be in heaven for one sinner that converteth, more than for ninety and nine just men, which need none amendment of life. |
[7]λέγω ὑμῖν ὅτι οὕτως χαρὰ ⸂ἐν τῷ οὐρανῷ ἔσται⸃ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας. |
| [8]Either what woman having ten pieces of silver, if she lose one piece, doth not light a candle, and sweep the house, and seek diligently till she find it? |
[8]Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως ⸀οὗ εὕρῃ; |
| [9]And when she hath found it, she calleth her friends, and neighbors, saying, Rejoice with me: for I have found the piece which I had lost. |
[9]καὶ εὑροῦσα ⸀συγκαλεῖ τὰς φίλας ⸀καὶ γείτονας λέγουσα· Συγχάρητέ μοι ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα. |
| [10]Likewise I say unto you, there is joy in the presence of the Angels of God, for one sinner that converteth. |
[10]οὕτως, λέγω ὑμῖν, ⸂γίνεται χαρὰ⸃ ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. |
| [11] He said moreover, A certain man had two sons. |
[11]Εἶπεν δέ· Ἄνθρωπός τις εἶχεν δύο υἱούς. |
| [12]And the younger of them said to his father, Father, give me the portion of the goods that falleth to me. So he divided unto them his substance. |
[12]καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας· ⸂ὁ δὲ⸃ διεῖλεν αὐτοῖς τὸν βίον. |
| [13]So not long after, when the younger son had gathered all together, he took his journey into a far country, and there he wasted his goods with riotous living. |
[13]καὶ μετʼ οὐ πολλὰς ἡμέρας συναγαγὼν ⸀πάντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως. |
| [14]Now when he had spent all, there arose a great dearth throughout that land, and he began to be in necessity. |
[14]δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ⸀ἰσχυρὰ κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. |
| [15]Then he went and clave to a citizen of that country, and he sent him to his farm, to feed swine. |
[15]καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους· |
| [16]And he would feign have filled his belly with the husks that the swine ate: but no man gave them him. |
[16]καὶ ἐπεθύμει ⸂γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ⸃ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. |
| [17]Then he came to himself, and said, How many hired servants at my father's have bread enough, and I die for hunger? |
[17]εἰς ἑαυτὸν δὲ ἐλθὼν ⸀ἔφη· Πόσοι μίσθιοι τοῦ πατρός μου ⸀περισσεύονται ἄρτων, ἐγὼ δὲ ⸂λιμῷ ὧδε⸃ ἀπόλλυμαι· |
| [18]I will rise and go to my father, and say unto him, Father, I have sinned against heaven, and before thee, |
[18]ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, |
| [19]And am no more worthy to be called thy son: make me as one of thy hired servants. |
[19]⸀οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. |
| [20]So he arose and came to his father, and when he was yet a great way off, his father saw him, and had compassion, and ran and fell on his neck, and kissed him. |
[20]καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα ⸀ἑαυτοῦ. ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν. |
| [21]And the son said unto him, Father, I have sinned against heaven, and before thee, and am no more worthy to be called thy son. |
[21]εἶπεν δὲ ⸂ὁ υἱὸς αὐτῷ⸃· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, ⸀οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός ⸀σου. |
| [22]Then the father said to his servants, Bring forth the best robe, and put it on him, and put a ring on his hand, and shoes on his feet, |
[22]εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ· ⸀Ταχὺ ⸀ἐξενέγκατε στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας, |
| [23]And bring the fat calf, and kill him, and let us eat, and be merry. |
[23]καὶ ⸀φέρετε τὸν μόσχον τὸν σιτευτόν, θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν, |
| [24]For this my son was dead, and is alive again: and he was lost, but he is found. And they began to be merry. |
[24]ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, ⸂ἦν ἀπολωλὼς⸃ καὶ εὑρέθη. καὶ ἤρξαντο εὐφραίνεσθαι. |
| [25]Now the Elder brother was in the field, and when he came and drew near to the house, he heard melody, and dancing, |
[25]Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ, ἤκουσεν συμφωνίας καὶ χορῶν, |
| [26]And called one of his servants, and asked what those things meant. |
[26]καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί ⸀ἂν εἴη ταῦτα· |
| [27]And he said unto him, Thy brother is come, and thy father hath killed the fatted calf, because he hath received him safe and sound. |
[27]ὁ δὲ εἶπεν αὐτῷ ὅτι Ὁ ἀδελφός σου ἥκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. |
| [28]Then he was angry, and would not go in: therefore came his father out and entreated him. |
[28]ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν. ὁ ⸀δὲ πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν. |
| [29]But he answered and said to his father, Lo these many years have I done thee service, neither break I at any time thy commandment, and yet thou never gavest me a kid that I might make merry with my friends. |
[29]ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρὶ ⸀αὐτοῦ· Ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ· |
| [30]But when this thy son was come, which hath devoured thy goods with harlots, thou hast for his sake killed the fat calf. |
[30]ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον ⸀μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν ⸂σιτευτὸν μόσχον⸃. |
| [31]And he said unto him, Son, thou art ever with me, and all that I have, is thine. It was meet that we should make merry, and be glad: for this thy brother was dead, and is alive again: and he was lost, but he is found. |
[31]ὁ δὲ εἶπεν αὐτῷ· Τέκνον, σὺ πάντοτε μετʼ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν· |
| [32]εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ⸀ἔζησεν, καὶ ⸀ἀπολωλὼς καὶ εὑρέθη. |