|
|
| [1]καὶ εἰσελθὼν διήρχετο τὴν ἰεριχώ. |
[1]Καὶ εἰσελθὼν διήρχετο τὴν ῾Ιεριχώ· |
| [2]καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ αὐτὸς πλούσιος. |
[2]καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ οὗτος ἦν πλούσιος, |
| [3]καὶ ἐζήτει ἰδεῖν τὸν ἰησοῦν τίς ἐστιν, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. |
[3]καὶ ἐζήτει ἰδεῖν τὸν ᾿Ιησοῦν τίς ἐστι, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. |
| [4]καὶ προδραμὼν εἰς τὸ ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι. |
[4]καὶ προδραμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν, ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλε διέρχεσθαι. |
| [5]καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ ἰησοῦς εἶπεν πρὸς αὐτόν, ζακχαῖε, σπεύσας κατάβηθι, σήμερον γὰρ ἐν τῶ οἴκῳ σου δεῖ με μεῖναι. |
[5]καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ ᾿Ιησοῦς εἶδεν αὐτὸν καὶ εἶπε πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. |
| [6]καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. |
[6]καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. |
| [7]καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλῶ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι. |
[7]καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθε καταλῦσαι. |
| [8]σταθεὶς δὲ ζακχαῖος εἶπεν πρὸς τὸν κύριον, ἰδοὺ τὰ ἡμίσιά μου τῶν ὑπαρχόντων, κύριε, τοῖς πτωχοῖς δίδωμι, καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν. |
[8]σταθεὶς δὲ Ζακχαῖος εἶπε πρὸς τὸν Κύριον· ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου, Κύριε, δίδωμι τοῖς πτωχοῖς, καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. |
| [9]εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἰησοῦς ὅτι σήμερον σωτηρία τῶ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς ἀβραάμ ἐστιν· |
[9]εἶπε δὲ πρὸς αὐτὸν ὁ ᾿Ιησοῦς ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς ᾿Αβραάμ ἐστιν. |
| [10]ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός. |
[10]ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός. |
| [11]ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς εἶναι ἰερουσαλὴμ αὐτὸν καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι. |
[11]᾿Ακουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπε παραβολήν, διὰ τὸ ἐγγὺς αὐτὸν εἶναι ῾Ιερουσαλὴμ καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ Θεοῦ ἀναφαίνεσθαι· |
| [12]εἶπεν οὗν, ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῶ βασιλείαν καὶ ὑποστρέψαι. |
[12]εἶπεν οὖν· ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι. |
| [13]καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτούς, πραγματεύσασθε ἐν ᾧ ἔρχομαι. |
[13]καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπε πρὸς αὐτούς· πραγματεύσασθε ἐν ᾧ ἔρχομαι. |
| [14]οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες, οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ᾽ ἡμᾶς. |
[14]οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες· οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ᾿ ἡμᾶς. |
| [15]καὶ ἐγένετο ἐν τῶ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῶ τοὺς δούλους τούτους οἷς δεδώκει τὸ ἀργύριον, ἵνα γνοῖ τί διεπραγματεύσαντο. |
[15]καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν, καὶ εἶπε φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς ἔδωκε τὸ ἀργύριον, ἵνα ἐπιγνῷ τίς τί διεπραγματεύσατο. |
| [16]παρεγένετο δὲ ὁ πρῶτος λέγων, κύριε, ἡ μνᾶ σου δέκα προσηργάσατο μνᾶς. |
[16]παρεγένετο δὲ ὁ πρῶτος λέγων· κύριε, ἡ μνᾶ σου προσειργάσατο δέκα μνᾶς. |
| [17]καὶ εἶπεν αὐτῶ, εὗγε, ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων. |
[17]καὶ εἶπεν αὐτῷ· εὖ, ἀγαθὲ δοῦλε! ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων. |
| [18]καὶ ἦλθεν ὁ δεύτερος λέγων, ἡ μνᾶ σου, κύριε, ἐποίησεν πέντε μνᾶς. |
[18]καὶ ἦλθεν ὁ δεύτερος λέγων· κύριε, ἡ μνᾶ σου ἐποίησε πέντε μνᾶς. |
| [19]εἶπεν δὲ καὶ τούτῳ, καὶ σὺ ἐπάνω γίνου πέντε πόλεων. |
[19]εἶπε δὲ καὶ τούτῳ· καὶ σὺ γίνου ἐπάνω πέντε πόλεων. |
| [20]καὶ ὁ ἕτερος ἦλθεν λέγων, κύριε, ἰδοὺ ἡ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ· |
[20]καὶ ἕτερος ἦλθε λέγων· κύριε, ἰδοὺ ἡ μνᾶ σου, ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ. |
| [21]ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ, αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας. |
[21]ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ· αἴρεις ὃ οὐκ ἔθηκας, καὶ θερίζεις ὃ οὐκ ἔσπειρας, καὶ συνάγεις ὅθεν οὐ διεσκόρπισας. |
| [22]λέγει αὐτῶ, ἐκ τοῦ στόματός σου κρίνω σε, πονηρὲ δοῦλε. ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα; |
[22]λέγει αὐτῷ· ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε. ᾔδεις ὅτι ἄνθρωπος αὐστηρός εἰμι ἐγώ, αἴρων ὃ οὐκ ἔθηκα, καὶ θερίζων ὃ οὐκ ἔσπειρα, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισα· |
| [23]καὶ διὰ τί οὐκ ἔδωκάς μου τὸ ἀργύριον ἐπὶ τράπεζαν; κἀγὼ ἐλθὼν σὺν τόκῳ ἂν αὐτὸ ἔπραξα. |
[23]καὶ διατί οὐκ ἔδωκας τὸ ἀργύριόν μου ἐπὶ τὴν τράπεζαν, καὶ ἐγὼ ἐλθὼν σὺν τόκῳ ἂν ἔπραξα αὐτό; |
| [24]καὶ τοῖς παρεστῶσιν εἶπεν, ἄρατε ἀπ᾽ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῶ τὰς δέκα μνᾶς ἔχοντι |
[24]καὶ τοῖς παρεστῶσιν εἶπεν· ἄρατε ἀπ᾿ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι. |
| [25]_ καὶ εἶπαν αὐτῶ, κύριε, ἔχει δέκα μνᾶς _ |
[25]καὶ εἶπον αὐτῷ· κύριε, ἔχει δέκα μνᾶς. |
| [26]λέγω ὑμῖν ὅτι παντὶ τῶ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται. |
[26]λέγω γὰρ ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾿ αὐτοῦ. |
| [27]πλὴν τοὺς ἐχθρούς μου τούτους τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ᾽ αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασφάξατε αὐτοὺς ἔμπροσθέν μου. |
[27]πλὴν τοὺς ἐχθρούς μου ἐκείνους, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ᾿ αὐτούς, ἀγάγετε ὧδε καὶ κατασφάξατε αὐτοὺς ἔμπροσθέν μου. |
| [28]καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς ἱεροσόλυμα. |
[28]Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς ῾Ιεροσόλυμα. |
| [29]καὶ ἐγένετο ὡς ἤγγισεν εἰς βηθφαγὴ καὶ βηθανία[ν] πρὸς τὸ ὄρος τὸ καλούμενον ἐλαιῶν, ἀπέστειλεν δύο τῶν μαθητῶν |
[29]καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθσφαγῆ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον ἐλαιῶν, ἀπέστειλε δύο τῶν μαθητῶν αὐτοῦ |
| [30]λέγων, ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾽ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν, καὶ λύσαντες αὐτὸν ἀγάγετε. |
[30]εἰπών· ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾿ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισε· λύσαντες αὐτὸν ἀγάγετε. |
| [31]καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ, διὰ τί λύετε; οὕτως ἐρεῖτε ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει. |
[31]καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ, διατί λύετε; οὕτως ἐρεῖτε αὐτῷ, ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει. |
| [32]ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὖρον καθὼς εἶπεν αὐτοῖς. |
[32]ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς, ἑστῶτα τὸν πῶλον· |
| [33]λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς, τί λύετε τὸν πῶλον; |
[33]λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπον οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς· τί λύετε τὸν πῶλον; |
| [34]οἱ δὲ εἶπαν ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει. |
[34]οἱ δὲ εἶπον ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει. |
| [35]καὶ ἤγαγον αὐτὸν πρὸς τὸν ἰησοῦν, καὶ ἐπιρίψαντες αὐτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν ἰησοῦν. |
[35]καὶ ἤγαγον αὐτὸν πρὸς τὸν ᾿Ιησοῦν, καὶ ἐπιρρίψαντες ἑαυτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν ᾿Ιησοῦν. |
| [36]πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῶ. |
[36]πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ. |
| [37]ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων, |
[37]ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν ἐλαιῶν ἤρξατο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν Θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων |
| [38]λέγοντες, εὐλογημένος ὁ ἐρχόμενος ὁ βασιλεὺς ἐν ὀνόματι κυρίου· ἐν οὐρανῶ εἰρήνη καὶ δόξα ἐν ὑψίστοις. |
[38]λέγοντες· εὐλογημένος ὁ ἐρχόμενος βασιλεὺς ἐν ὀνόματι Κυρίου· εἰρήνη ἐν οὐρανῷ καὶ δόξα ἐν ὑψίστοις. |
| [39]καί τινες τῶν φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν, διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου. |
[39]καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπον πρὸς αὐτόν· διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου. |
| [40]καὶ ἀποκριθεὶς εἶπεν, λέγω ὑμῖν, ἐὰν οὖτοι σιωπήσουσιν, οἱ λίθοι κράξουσιν. |
[40]καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς· λέγω ὑμῖν ὅτι ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται. |
| [41]καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ᾽ αὐτήν, |
[41]Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ᾿ αὐτῇ, |
| [42]λέγων ὅτι εἰ ἔγνως ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ τὰ πρὸς εἰρήνην _ νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου. |
[42]λέγων ὅτι εἰ ἔγνως καὶ σύ, καί γε ἐν τῇ ἡμέρᾳ σου ταύτῃ, τὰ πρὸς εἰρήνην σου! νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου· |
| [43]ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ παρεμβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν, |
[43]ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ περιβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσί σε καὶ συνέξουσί σε πάντοθεν, |
| [44]καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν λίθον ἐπὶ λίθον ἐν σοί, ἀνθ᾽ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου. |
[44]καὶ ἐδαφιοῦσί σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν ἐν σοὶ λίθον ἐπὶ λίθῳ, ἀνθ᾿ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου. |
| [45]καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας, |
[45]Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας ἐν αὐτῷ καὶ ἀγοράζοντας |
| [46]λέγων αὐτοῖς, γέγραπται, καὶ ἔσται ὁ οἶκός μου οἶκος προσευχῆς, ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν. |
[46]λέγων αὐτοῖς· γέγραπται ὅτι ὁ οἶκός μου οἶκος προσευχῆς ἐστιν· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν. |
| [47]καὶ ἦν διδάσκων τὸ καθ᾽ ἡμέραν ἐν τῶ ἱερῶ. οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ· |
[47]Καὶ ἦν διδάσκων τὸ καθ᾿ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ, |
| [48]καὶ οὐχ εὕρισκον τὸ τί ποιήσωσιν, ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων. |
[48]καὶ οὐχ εὕρισκον τὸ τί ποιήσουσιν· ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων. |