|
|
| [1]ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη πάσχα. |
[1]ηγγιζεν δε η εορτη των αζυμων η λεγομενη πασχα ARAM |
| [2]καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν, ἐφοβοῦντο γὰρ τὸν λαόν. |
[2]και εζητουν οι αρχιερεις και οι γραμματεις το πως-I ανελωσιν αυτον εφοβουντο γαρ τον λαον |
| [3]εἰσῆλθεν δὲ σατανᾶς εἰς ἰούδαν τὸν καλούμενον ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα· |
[3]εισηλθεν δε σατανας εις ιουδαν τον καλουμενον ισκαριωτην οντα εκ του αριθμου των δωδεκα |
| [4]καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶς αὐτοῖς παραδῶ αὐτόν. |
[4]και απελθων συνελαλησεν τοις αρχιερευσιν και στρατηγοις το πως-I αυτοις παραδω αυτον |
| [5]καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῶ ἀργύριον δοῦναι. |
[5]και εχαρησαν και συνεθεντο αυτω αργυριον δουναι |
| [6]καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν ἄτερ ὄχλου αὐτοῖς. |
[6]και εξωμολογησεν και εζητει ευκαιριαν του παραδουναι αυτον ατερ οχλου αυτοις |
| [7]ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων, [ἐν] ᾗ ἔδει θύεσθαι τὸ πάσχα. |
[7]ηλθεν δε η ημερα των αζυμων [εν] η εδει θυεσθαι το πασχα ARAM |
| [8]καὶ ἀπέστειλεν πέτρον καὶ ἰωάννην εἰπών, πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν. |
[8]και απεστειλεν πετρον και ιωαννην ειπων πορευθεντες ετοιμασατε ημιν το πασχα ινα φαγωμεν |
| [9]οἱ δὲ εἶπαν αὐτῶ, ποῦ θέλεις ἑτοιμάσωμεν; |
[9]οι δε ειπαν αυτω που θελεις ετοιμασωμεν |
| [10]ὁ δὲ εἶπεν αὐτοῖς, ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῶ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται. |
[10]ο δε ειπεν αυτοις ιδου εισελθοντων υμων εις την πολιν συναντησει υμιν ανθρωπος κεραμιον υδατος βασταζων ακολουθησατε αυτω εις την οικιαν εις ην εισπορευεται |
| [11]καὶ ἐρεῖτε τῶ οἰκοδεσπότῃ τῆς οἰκίας, λέγει σοι ὁ διδάσκαλος, ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; |
[11]και ερειτε τω οικοδεσποτη της οικιας λεγει σοι ο διδασκαλος που εστιν το καταλυμα οπου το πασχα μετα των μαθητων μου φαγω |
| [12]κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε. |
[12]κακεινος υμιν δειξει αναγαιον μεγα εστρωμενον εκει ετοιμασατε |
| [13]ἀπελθόντες δὲ εὖρον καθὼς εἰρήκει αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα. |
[13]απελθοντες δε ευρον καθως ειρηκει αυτοις και ητοιμασαν το πασχα ARAM |
| [14]καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν καὶ οἱ ἀπόστολοι σὺν αὐτῶ. |
[14]και οτε εγενετο η ωρα ανεπεσεν και οι αποστολοι συν αυτω |
| [15]καὶ εἶπεν πρὸς αὐτούς, ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ᾽ ὑμῶν πρὸ τοῦ με παθεῖν· |
[15]και ειπεν προς αυτους επιθυμια επεθυμησα τουτο το πασχα φαγειν μεθ υμων προ του με παθειν |
| [16]λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ φάγω αὐτὸ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. |
[16]λεγω γαρ υμιν οτι ου μη φαγω αυτο εως οτου πληρωθη εν τη βασιλεια του θεου |
| [17]καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν, λάβετε τοῦτο καὶ διαμερίσατε εἰς ἑαυτούς· |
[17]και δεξαμενος ποτηριον ευχαριστησας ειπεν λαβετε τουτο και διαμερισατε εις εαυτους |
| [18]λέγω γὰρ ὑμῖν [ὅτι] οὐ μὴ πίω ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως οὖ ἡ βασιλεία τοῦ θεοῦ ἔλθῃ. |
[18]λεγω γαρ υμιν [οτι] ου μη πιω απο του νυν απο του γενηματος της αμπελου εως ου η βασιλεια του θεου ελθη |
| [19]καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων, τοῦτό ἐστιν τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. |
[19]και λαβων αρτον ευχαριστησας εκλασεν και εδωκεν αυτοις λεγων τουτο εστιν το σωμα μου [[το το υπερ υμων διδομενον τουτο ποιειτε εις την εμην αναμνησιν |
| [20]καὶ τὸ ποτήριον ὡσαύτως μετὰ τὸ δειπνῆσαι, λέγων, τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῶ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον. |
[20]και το ποτηριον ωσαυτως μετα το δειπνησαι λεγων τουτο το ποτηριον η καινη διαθηκη εν τω αιματι μου το υπερ υμων εκχυννομενον]] εκχυννομενον |
| [21]πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ᾽ ἐμοῦ ἐπὶ τῆς τραπέζης· |
[21]πλην ιδου η χειρ του παραδιδοντος με μετ εμου επι της τραπεζης |
| [22]ὅτι ὁ υἱὸς μὲν τοῦ ἀνθρώπου κατὰ τὸ ὡρισμένον πορεύεται, πλὴν οὐαὶ τῶ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὖ παραδίδοται. |
[22]οτι ο υιος μεν του ανθρωπου κατα το ωρισμενον πορευεται πλην ουαι τω ανθρωπω εκεινω δι ου παραδιδοται |
| [23]καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν. |
[23]και αυτοι ηρξαντο συζητειν προς εαυτους το τις αρα ειη εξ αυτων ο τουτο μελλων πρασσειν |
| [24]ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων. |
[24]εγενετο δε και φιλονεικια εν αυτοις το τις αυτων δοκει ειναι μειζων |
| [25]ὁ δὲ εἶπεν αὐτοῖς, οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. |
[25]ο δε ειπεν αυτοις οι βασιλεις των εθνων κυριευουσιν αυτων και οι εξουσιαζοντες αυτων ευεργεται καλουνται |
| [26]ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλ᾽ ὁ μείζων ἐν ὑμῖν γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν. |
[26]υμεις δε ουχ ουτως αλλ ο μειζων εν υμιν γινεσθω ως ο νεωτερος και ο ηγουμενος ως ο διακονων |
| [27]τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δὲ ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ διακονῶν. |
[27]τις γαρ μειζων ο ανακειμενος η ο διακονων ουχι ο ανακειμενος εγω δε εν μεσω υμων ειμι ως ο διακονων |
| [28]ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ᾽ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· |
[28]υμεις δε εστε οι διαμεμενηκοτες μετ εμου εν τοις πειρασμοις μου |
| [29]κἀγὼ διατίθεμαι ὑμῖν καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν |
[29]καγω διατιθεμαι υμιν καθως διεθετο μοι ο πατηρ μου βασιλειαν |
| [30]ἵνα ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου, καὶ καθήσεσθε ἐπὶ θρόνων τὰς δώδεκα φυλὰς κρίνοντες τοῦ ἰσραήλ. |
[30]ινα εσθητε και πινητε επι της τραπεζης μου εν τη βασιλεια μου και καθησθε καθησεσθε επι θρονων τας δωδεκα φυλας κρινοντες του ισραηλ |
| [31]σίμων σίμων, ἰδοὺ ὁ σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον· |
[31]σιμων σιμων ιδου ο σατανας εξητησατο υμας του σινιασαι ως τον σιτον |
| [32]ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας στήρισον τοὺς ἀδελφούς σου. |
[32]εγω δε εδεηθην περι σου ινα μη εκλιπη η πιστις σου και συ ποτε επιστρεψας στηρισον τους αδελφους σου |
| [33]ὁ δὲ εἶπεν αὐτῶ, κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι. |
[33]ο δε ειπεν αυτω κυριε μετα σου ετοιμος ειμι και εις φυλακην και εις θανατον πορευεσθαι |
| [34]ὁ δὲ εἶπεν, λέγω σοι, πέτρε, οὐ φωνήσει σήμερον ἀλέκτωρ ἕως τρίς με ἀπαρνήσῃ εἰδέναι. |
[34]ο δε ειπεν λεγω σοι πετρε ου φωνησει σημερον αλεκτωρ εως τρις με απαρνηση ειδεναι |
| [35]καὶ εἶπεν αὐτοῖς, ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; οἱ δὲ εἶπαν, οὐθενός. |
[35]και ειπεν αυτοις οτε απεστειλα υμας ατερ βαλλαντιου και πηρας και υποδηματων μη τινος υστερησατε οι δε ειπαν ουθενος |
| [36]εἶπεν δὲ αὐτοῖς, ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορασάτω μάχαιραν. |
[36]ειπεν δε αυτοις αλλα νυν ο εχων βαλλαντιον αρατω ομοιως και πηραν και ο μη εχων πωλησατω το ιματιον αυτου και αγορασατω μαχαιραν |
| [37]λέγω γὰρ ὑμῖν ὅτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τὸ καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ τὸ περὶ ἐμοῦ τέλος ἔχει. |
[37]λεγω γαρ υμιν οτι τουτο το γεγραμμενον δει τελεσθηναι εν εμοι το και μετα ανομων ελογισθη και γαρ το περι εμου τελος εχει |
| [38]οἱ δὲ εἶπαν, κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς, ἱκανόν ἐστιν. |
[38]οι δε ειπαν κυριε ιδου μαχαιραι ωδε δυο ο δε ειπεν αυτοις ικανον εστιν |
| [39]καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῶ καὶ οἱ μαθηταί. |
[39]και εξελθων επορευθη κατα το εθος εις το ορος των ελαιων ηκολουθησαν δε αυτω [και] και οι μαθηται |
| [40]γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς, προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. |
[40]γενομενος δε επι του τοπου ειπεν αυτοις προσευχεσθε μη εισελθειν εις πειρασμον |
| [41]καὶ αὐτὸς ἀπεσπάσθη ἀπ᾽ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο |
[41]και αυτος απεσπασθη απ αυτων ωσει λιθου βολην και θεις τα γονατα προσηυχετο |
| [42]λέγων, πάτερ, εἰ βούλει παρένεγκε τοῦτο τὸ ποτήριον ἀπ᾽ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν γινέσθω. [[ |
[42]λεγων πατερ ει βουλει παρενεγκε τουτο το ποτηριον απ εμου πλην μη το θελημα μου αλλα το σον γινεσθω |
| [43]ὤφθη δὲ αὐτῶ ἄγγελος ἀπ᾽ οὐρανοῦ ἐνισχύων αὐτόν. |
[43][[ωφθη δε αυτω αγγελος απο του απ ουρανου ενισχυων αυτον |
| [44]καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο· καὶ ἐγένετο ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντος ἐπὶ τὴν γῆν.]] |
[44]και γενομενος εν αγωνια εκτενεστερον προσηυχετο και εγενετο ο ιδρως αυτου ωσει θρομβοι αιματος καταβαινοντες επι την γην]] |
| [45]καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὖρεν κοιμωμένους αὐτοὺς ἀπὸ τῆς λύπης, |
[45]και αναστας απο της προσευχης ελθων προς τους μαθητας ευρεν κοιμωμενους αυτους απο της λυπης |
| [46]καὶ εἶπεν αὐτοῖς, τί καθεύδετε; ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. |
[46]και ειπεν αυτοις τι καθευδετε ανασταντες προσευχεσθε ινα μη εισελθητε εις πειρασμον |
| [47]ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς, καὶ ἤγγισεν τῶ ἰησοῦ φιλῆσαι αὐτόν. |
[47]ετι αυτου λαλουντος ιδου οχλος και ο λεγομενος ιουδας εις των δωδεκα προηρχετο αυτους και ηγγισεν τω ιησου φιλησαι αυτον |
| [48]ἰησοῦς δὲ εἶπεν αὐτῶ, ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως; |
[48]ιησους δε ειπεν αυτω ιουδα φιληματι τον υιον του ανθρωπου παραδιδως |
| [49]ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπαν, κύριε, εἰ πατάξομεν ἐν μαχαίρῃ; |
[49]ιδοντες δε οι περι αυτον το εσομενον ειπαν κυριε ει παταξομεν εν μαχαιρη |
| [50]καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τοῦ ἀρχιερέως τὸν δοῦλον καὶ ἀφεῖλεν τὸ οὗς αὐτοῦ τὸ δεξιόν. |
[50]και επαταξεν εις τις εξ αυτων του αρχιερεως τον δουλον και αφειλεν το ους αυτου το δεξιον |
| [51]ἀποκριθεὶς δὲ ὁ ἰησοῦς εἶπεν, ἐᾶτε ἕως τούτου· καὶ ἁψάμενος τοῦ ὠτίου ἰάσατο αὐτόν. |
[51]αποκριθεις δε [ο] ο ιησους ειπεν εατε εως τουτου και αψαμενος του ωτιου ιασατο αυτον |
| [52]εἶπεν δὲ ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ᾽ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους, ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων; |
[52]ειπεν δε ιησους προς τους παραγενομενους επ αυτον αρχιερεις και στρατηγους του ιερου και πρεσβυτερους ως επι ληστην εξηλθατε μετα μαχαιρων και ξυλων |
| [53]καθ᾽ ἡμέραν ὄντος μου μεθ᾽ ὑμῶν ἐν τῶ ἱερῶ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ᾽ ἐμέ· ἀλλ᾽ αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους. |
[53]καθ ημεραν οντος μου μεθ υμων εν τω ιερω ουκ εξετεινατε τας χειρας επ εμε αλλ αυτη εστιν υμων η ωρα και η εξουσια του σκοτους |
| [54]συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως· ὁ δὲ πέτρος ἠκολούθει μακρόθεν. |
[54]συλλαβοντες δε αυτον ηγαγον και εισηγαγον εις την οικιαν του αρχιερεως ο δε πετρος ηκολουθει μακροθεν |
| [55]περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ συγκαθισάντων ἐκάθητο ὁ πέτρος μέσος αὐτῶν. |
[55]περιαψαντων δε πυρ εν μεσω της αυλης και συγκαθισαντων εκαθητο ο πετρος μεσος αυτων |
| [56]ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῶ εἶπεν, καὶ οὖτος σὺν αὐτῶ ἦν· |
[56]ιδουσα δε αυτον παιδισκη τις καθημενον προς το φως και ατενισασα αυτω ειπεν και ουτος συν αυτω ην |
| [57]ὁ δὲ ἠρνήσατο λέγων, οὐκ οἶδα αὐτόν, γύναι. |
[57]ο δε ηρνησατο λεγων ουκ οιδα αυτον γυναι |
| [58]καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη, καὶ σὺ ἐξ αὐτῶν εἶ· ὁ δὲ πέτρος ἔφη, ἄνθρωπε, οὐκ εἰμί. |
[58]και μετα βραχυ ετερος ιδων αυτον εφη και συ εξ αυτων ει ο δε πετρος εφη ανθρωπε ουκ ειμι |
| [59]καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων, ἐπ᾽ ἀληθείας καὶ οὖτος μετ᾽ αὐτοῦ ἦν, καὶ γὰρ γαλιλαῖός ἐστιν· |
[59]και διαστασης ωσει ωρας μιας αλλος τις διισχυριζετο λεγων επ αληθειας και ουτος μετ αυτου ην και γαρ γαλιλαιος εστιν |
| [60]εἶπεν δὲ ὁ πέτρος, ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ. |
[60]ειπεν δε ο πετρος ανθρωπε ουκ οιδα ο λεγεις και παραχρημα ετι λαλουντος αυτου εφωνησεν αλεκτωρ |
| [61]καὶ στραφεὶς ὁ κύριος ἐνέβλεψεν τῶ πέτρῳ, καὶ ὑπεμνήσθη ὁ πέτρος τοῦ ῥήματος τοῦ κυρίου ὡς εἶπεν αὐτῶ ὅτι πρὶν ἀλέκτορα φωνῆσαι σήμερον ἀπαρνήσῃ με τρίς· |
[61]και στραφεις ο κυριος ενεβλεψεν τω πετρω και υπεμνησθη ο πετρος του ρηματος του κυριου ως ειπεν αυτω οτι πριν αλεκτορα φωνησαι σημερον απαρνηση με τρις |
| [62]καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς. |
[62][και και εξελθων εξω εκλαυσεν πικρως] πικρως |
| [63]καὶ οἱ ἄνδρες οἱ συνέχοντες αὐτὸν ἐνέπαιζον αὐτῶ δέροντες, |
[63]και οι ανδρες οι συνεχοντες αυτον ενεπαιζον αυτω δεροντες |
| [64]καὶ περικαλύψαντες αὐτὸν ἐπηρώτων λέγοντες, προφήτευσον, τίς ἐστιν ὁ παίσας σε; |
[64]και περικαλυψαντες αυτον επηρωτων λεγοντες προφητευσον τις εστιν ο παισας σε |
| [65]καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν. |
[65]και ετερα πολλα βλασφημουντες ελεγον εις αυτον |
| [66]καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς τε καὶ γραμματεῖς, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν, |
[66]και ως εγενετο ημερα συνηχθη το πρεσβυτεριον του λαου αρχιερεις τε και γραμματεις και απηγαγον αυτον εις το συνεδριον αυτων λεγοντες |
| [67]λέγοντες, εἰ σὺ εἶ ὁ χριστός, εἰπὸν ἡμῖν. εἶπεν δὲ αὐτοῖς, ἐὰν ὑμῖν εἴπω οὐ μὴ πιστεύσητε· |
[67]ει συ ει ο χριστος ειπον ημιν ειπεν δε αυτοις εαν υμιν ειπω ου μη πιστευσητε |
| [68]ἐὰν δὲ ἐρωτήσω οὐ μὴ ἀποκριθῆτε. |
[68]εαν δε ερωτησω ου μη αποκριθητε |
| [69]ἀπὸ τοῦ νῦν δὲ ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ. |
[69]απο του νυν δε εσται ο υιος του ανθρωπου καθημενος εκ δεξιων της δυναμεως του θεου |
| [70]εἶπαν δὲ πάντες, σὺ οὗν εἶ ὁ υἱὸς τοῦ θεοῦ; ὁ δὲ πρὸς αὐτοὺς ἔφη, ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι. |
[70]ειπαν δε παντες συ ουν ει ο υιος του θεου ο δε προς αυτους εφη υμεις λεγετε οτι εγω ειμι |
| [71]οἱ δὲ εἶπαν, τί ἔτι ἔχομεν μαρτυρίας χρείαν; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ. |
[71]οι δε ειπαν τι ετι εχομεν μαρτυριας χρειαν αυτοι γαρ ηκουσαμεν απο του στοματος αυτου |