|
|
| [1]καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν πιλᾶτον. |
[1]Then the whole multitude of them arose, and led him unto Pilate. |
| [2]ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες, τοῦτον εὕραμεν διαστρέφοντα τὸ ἔθνος ἡμῶν καὶ κωλύοντα φόρους καίσαρι διδόναι καὶ λέγοντα ἑαυτὸν χριστὸν βασιλέα εἶναι. |
[2]And they began to accuse him, saying, We have found this man perverting the people, and forbidding to pay tribute to Caesar, saying, That he is Christ a King. |
| [3]ὁ δὲ πιλᾶτος ἠρώτησεν αὐτὸν λέγων, σὺ εἶ ὁ βασιλεὺς τῶν ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῶ ἔφη, σὺ λέγεις. |
[3]And Pilate asked him, saying, Art thou the King of the Jews? And he answered him, and said, Thou sayest it. |
| [4]ὁ δὲ πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους, οὐδὲν εὑρίσκω αἴτιον ἐν τῶ ἀνθρώπῳ τούτῳ. |
[4]Then said Pilate to the high Priests, and to the people, I find no fault in this man. |
| [5]οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι ἀνασείει τὸν λαὸν διδάσκων καθ᾽ ὅλης τῆς ἰουδαίας, καὶ ἀρξάμενος ἀπὸ τῆς γαλιλαίας ἕως ὧδε. |
[5]But they were the more fierce, saying, He moveth the people, teaching throughout all Judea, beginning at Galilee, even to this place. |
| [6]πιλᾶτος δὲ ἀκούσας ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος γαλιλαῖός ἐστιν· |
[6]Now when Pilate heard of Galilee, he asked whether the man were a Galilean. |
| [7]καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας ἡρῴδου ἐστὶν ἀνέπεμψεν αὐτὸν πρὸς ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις. |
[7]And when he knew that he was of Herod's jurisdiction, he sent him to Herod, which was also at Jerusalem in those days. |
| [8]ὁ δὲ ἡρῴδης ἰδὼν τὸν ἰησοῦν ἐχάρη λίαν, ἦν γὰρ ἐξ ἱκανῶν χρόνων θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν περὶ αὐτοῦ, καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ᾽ αὐτοῦ γινόμενον. |
[8]And when Herod saw Jesus, he was exceedingly glad: for he was desirous to see him of a long season, because he had heard many things of him, and trusted to have seen some sign done by him. |
| [9]ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῶ. |
[9]Then questioned he with him of many things: but he answered him nothing. |
| [10]εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ. |
[10]The high Priests also and Scribes stood forth and accused him vehemently. |
| [11]ἐξουθενήσας δὲ αὐτὸν [καὶ] ὁ ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας περιβαλὼν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῶ πιλάτῳ. |
[11]And Herod with his men of war, despised him, and mocked him, and arrayed him in white, and sent him again to Pilate. |
| [12]ἐγένοντο δὲ φίλοι ὅ τε ἡρῴδης καὶ ὁ πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾽ ἀλλήλων· προϊπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς αὐτούς. |
[12]And the same day Pilate and Herod were made friends together: for before they were enemies one to another. |
| [13]πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν |
[13] Then Pilate called together the high Priests, and the rulers, and the people, |
| [14]εἶπεν πρὸς αὐτούς, προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐθὲν εὖρον ἐν τῶ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾽ αὐτοῦ, |
[14]And said unto them, Ye have brought this man unto me, as one that perverted the people: and behold, I have examined him before you, and have found no fault in this man, of those things whereof ye accuse him: |
| [15]ἀλλ᾽ οὐδὲ ἡρῴδης· ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς· καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῶ. |
[15]No, nor yet Herod: for I sent you to him: and lo, nothing worthy of death is done to him. |
| [16]παιδεύσας οὗν αὐτὸν ἀπολύσω. |
[16]I will therefore chastise him, and let him loose. |
| [17](For of necessity he must have let one loose unto them at the feast.) |
| [18]ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες, αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν βαραββᾶν· |
[18]Then all the multitude cried at once, saying, Away with him, and deliver to us Barabbas: |
| [19]ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βληθεὶς ἐν τῇ φυλακῇ. |
[19]Which for a certain insurrection made in the city, and murder was cast in prison. |
| [20]πάλιν δὲ ὁ πιλᾶτος προσεφώνησεν αὐτοῖς, θέλων ἀπολῦσαι τὸν ἰησοῦν· |
[20]Then Pilate spake again to them, willing to let Jesus loose. |
| [21]οἱ δὲ ἐπεφώνουν λέγοντες, σταύρου, σταύρου αὐτόν. |
[21]But they cried, saying, Crucify, crucify him. |
| [22]ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς, τί γὰρ κακὸν ἐποίησεν οὖτος; οὐδὲν αἴτιον θανάτου εὖρον ἐν αὐτῶ· παιδεύσας οὗν αὐτὸν ἀπολύσω. |
[22]And he said unto them the third time, But what evil hath he done? I find no cause of death in him: I will therefore chastise him, and let him loose. |
| [23]οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν. |
[23]But they were instant with loud voices, and required that he might be crucified: and the voices of them and of the high Priests prevailed. |
| [24]καὶ πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν· |
[24]So Pilate gave sentence, that it should be as they required. |
| [25]ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακὴν ὃν ᾐτοῦντο, τὸν δὲ ἰησοῦν παρέδωκεν τῶ θελήματι αὐτῶν. |
[25]And he let loose unto them him that for insurrection and murder was cast into prison, whom they desired, and delivered Jesus to do with him what they would. |
| [26]καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι σίμωνά τινα κυρηναῖον ἐρχόμενον ἀπ᾽ ἀγροῦ ἐπέθηκαν αὐτῶ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ ἰησοῦ. |
[26] And as they led him away, they caught one Simon of Cyrene, coming out of the field, and on him they laid the cross, to bear it after Jesus. |
| [27]ἠκολούθει δὲ αὐτῶ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. |
[27]And there followed him a great multitude of people, and of women, which women bewailed and lamented him. |
| [28]στραφεὶς δὲ πρὸς αὐτὰς [ὁ] ἰησοῦς εἶπεν, θυγατέρες ἰερουσαλήμ, μὴ κλαίετε ἐπ᾽ ἐμέ· πλὴν ἐφ᾽ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν, |
[28]But Jesus turned back unto them, and said, Daughters of Jerusalem, weep not for me, but weep for yourselves, and for your children. |
| [29]ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν, μακάριαι αἱ στεῖραι καὶ αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἔθρεψαν. |
[29]For behold, the days will come, when men shall say, Blessed are the barren, and the wombs that never bare, and the paps which never gave suck. |
| [30]τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν, πέσετε ἐφ᾽ ἡμᾶς, καὶ τοῖς βουνοῖς, καλύψατε ἡμᾶς· |
[30]Then shall they begin to say to the mountains, Fall on us: and to the hills, Cover us. |
| [31]ὅτι εἰ ἐν τῶ ὑγρῶ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῶ ξηρῶ τί γένηται; |
[31]For if they do these things to a green tree, what shall be done to the dry? |
| [32]ἤγοντο δὲ καὶ ἕτεροι κακοῦργοι δύο σὺν αὐτῶ ἀναιρεθῆναι. |
[32]And there were two others, which were evildoers, led with him to be slain. |
| [33]καὶ ὅτε ἦλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν. |
[33]And when they were come to the place, which is called Calvary, there they crucified him, and the evildoers: one at the right hand, and the other at the left. |
| [34][[ὁ δὲ ἰησοῦς ἔλεγεν, πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν.]] διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλήρους. |
[34]Then said Jesus, Father, forgive them: for they know not what they do. And they parted his raiment, and cast lots. |
| [35]καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες λέγοντες, ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὖτός ἐστιν ὁ χριστὸς τοῦ θεοῦ ὁ ἐκλεκτός. |
[35]And the people stood, and beheld: and the rulers mocked him with them, saying, He saved others: let him save himself, if he be the Christ, the Chosen of God. |
| [36]ἐνέπαιξαν δὲ αὐτῶ καὶ οἱ στρατιῶται προσερχόμενοι, ὄξος προσφέροντες αὐτῶ |
[36]The soldiers also mocked him, and came and offered him vinegar, |
| [37]καὶ λέγοντες, εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν ἰουδαίων, σῶσον σεαυτόν. |
[37]And said, If thou be the King of the Jews, save thyself. |
| [38]ἦν δὲ καὶ ἐπιγραφὴ ἐπ᾽ αὐτῶ, ὁ βασιλεὺς τῶν ἰουδαίων οὖτος. |
[38]And a superscription was also written over him, in Greek letters, and in Latin, and in Hebrew, THIS IS THE KING OF THE JEWS. |
| [39]εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν λέγων, οὐχὶ σὺ εἶ ὁ χριστός; σῶσον σεαυτὸν καὶ ἡμᾶς. |
[39] And one of the evil doers, which were hanged, railed on him, saying, If thou be the Christ, save thyself and us. |
| [40]ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπιτιμῶν αὐτῶ ἔφη, οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῶ αὐτῶ κρίματι εἶ; |
[40]But the other answered, and rebuked him, saying, Fearest thou not God, seeing thou art in the same condemnation? |
| [41]καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὖτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. |
[41]We are indeed righteously here: for we receive things worthy of that we have done: but this man hath done nothing amiss. |
| [42]καὶ ἔλεγεν, ἰησοῦ, μνήσθητί μου ὅταν ἔλθῃς εἰς τὴν βασιλείαν σου. |
[42]And he said unto Jesus, Lord, remember me, when thou comest into thy kingdom. |
| [43]καὶ εἶπεν αὐτῶ, ἀμήν σοι λέγω, σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῶ παραδείσῳ. |
[43]Then Jesus said unto him, Verily I say unto thee, today shalt thou be with me in Paradise. |
| [44]καὶ ἦν ἤδη ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης |
[44] And it was about the sixth hour: and there was a darkness over all the land, until the ninth hour. |
| [45]τοῦ ἡλίου ἐκλιπόντος, ἐσχίσθη δὲ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον. |
[45]And the sun was darkened, and the veil of the Temple rent through the midst. |
| [46]καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ ἰησοῦς εἶπεν, πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου· τοῦτο δὲ εἰπὼν ἐξέπνευσεν. |
[46]And Jesus cried with a loud voice, and said, Father, into thine hands I commend my spirit. And when he thus had said, He gave up the ghost. |
| [47]ἰδὼν δὲ ὁ ἑκατοντάρχης τὸ γενόμενον ἐδόξαζεν τὸν θεὸν λέγων, ὄντως ὁ ἄνθρωπος οὖτος δίκαιος ἦν. |
[47] Now when the Centurion saw what was done, he glorified God, saying, Of a surety this man was just. |
| [48]καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωρήσαντες τὰ γενόμενα, τύπτοντες τὰ στήθη ὑπέστρεφον. |
[48]And all the people that came together to that sight, beholding the things, which were done , smote their breasts, and returned. |
| [49]εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτῶ ἀπὸ μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθοῦσαι αὐτῶ ἀπὸ τῆς γαλιλαίας, ὁρῶσαι ταῦτα. |
[49]And all his acquaintance stood a far off, and the women that followed him from Galilee, beholding these things. |
| [50]καὶ ἰδοὺ ἀνὴρ ὀνόματι ἰωσὴφ βουλευτὴς ὑπάρχων [καὶ] ἀνὴρ ἀγαθὸς καὶ δίκαιος |
[50] And behold, there was a man named Joseph, which was a counselor, a good man and a just. |
| [51]_ οὖτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν _ ἀπὸ ἁριμαθαίας πόλεως τῶν ἰουδαίων, ὃς προσεδέχετο τὴν βασιλείαν τοῦ θεοῦ, |
[51]He did not consent to the counsel and deed of them, which was of Arimathea, a city of the Jews: who also himself waited for the kingdom of God. |
| [52]οὖτος προσελθὼν τῶ πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ ἰησοῦ, |
[52]He went unto Pilate, and asked the body of Jesus, |
| [53]καὶ καθελὼν ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν αὐτὸν ἐν μνήματι λαξευτῶ οὖ οὐκ ἦν οὐδεὶς οὔπω κείμενος. |
[53]And took it down, and wrapped it in a linen cloth, and laid it in a tomb hewn out of a rock, wherein was never man yet laid. |
| [54]καὶ ἡμέρα ἦν παρασκευῆς, καὶ σάββατον ἐπέφωσκεν. |
[54]And that day was the preparation, and the Sabbath drew on. |
| [55]κατακολουθήσασαι δὲ αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι ἐκ τῆς γαλιλαίας αὐτῶ, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ, |
[55]And the women also that followed after, which came with him from Galilee, beheld the sepulcher, and how his body was laid. |
| [56]ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν, |
[56]And they returned and prepared odors, and ointments, and rested the Sabbath day according to the commandment. |