|
|
| [1]ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας τιβερίου καίσαρος, ἡγεμονεύοντος ποντίου πιλάτου τῆς ἰουδαίας, καὶ τετρααρχοῦντος τῆς γαλιλαίας ἡρῴδου, φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετρααρχοῦντος τῆς ἰτουραίας καὶ τραχωνίτιδος χώρας, καὶ λυσανίου τῆς ἀβιληνῆς τετρααρχοῦντος, |
[1]Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, καὶ τετραρχοῦντος τῆς Γαλιλαίας Ἡρώδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετραρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀβιληνῆς τετραρχοῦντος, |
| [2]ἐπὶ ἀρχιερέως ἅννα καὶ καϊάφα, ἐγένετο ῥῆμα θεοῦ ἐπὶ ἰωάννην τὸν ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ. |
[2]ἐπὶ ἀρχιερέως Ἄννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάνην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ· |
| [3]καὶ ἦλθεν εἰς πᾶσαν [τὴν] περίχωρον τοῦ ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν, |
[3]καὶ ἦλθεν εἰς πᾶσαν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν· |
| [4]ὡς γέγραπται ἐν βίβλῳ λόγων ἠσαΐου τοῦ προφήτου, φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. |
[4]ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἡσαΐου τοῦ προφήτου, Φωνὴ βοῶντος, Ἐν τῇ ἐρήμῳ ἑτοιμάσατε τὴν ὁδὸν κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. |
| [5]πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθείαν καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας· |
[5]πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθείας καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας· |
| [6]καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ. |
[6]καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ. |
| [7]ἔλεγεν οὗν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ᾽ αὐτοῦ, γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; |
[7]Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ᾽ αὐτοῦ, Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; |
| [8]ποιήσατε οὗν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, πατέρα ἔχομεν τὸν ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῶ ἀβραάμ. |
[8]ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. |
| [9]ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὗν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. |
[9]ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. |
| [10]καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες, τί οὗν ποιήσωμεν; |
[10]Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες, Τί οὖν ποιήσωμεν; |
| [11]ἀποκριθεὶς δὲ ἔλεγεν αὐτοῖς, ὁ ἔχων δύο χιτῶνας μεταδότω τῶ μὴ ἔχοντι, καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω. |
[11]ἀποκριθεὶς δὲ ἔλεγεν αὐτοῖς, Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι, καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω. |
| [12]ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι καὶ εἶπαν πρὸς αὐτόν, διδάσκαλε, τί ποιήσωμεν; |
[12]Ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι, καὶ εἶπαν πρὸς αὐτόν, Διδάσκαλε, τί ποιήσωμεν; |
| [13]ὁ δὲ εἶπεν πρὸς αὐτούς, μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε. |
[13]ὁ δὲ εἶπεν πρὸς αὐτούς, Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε. |
| [14]ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες, τί ποιήσωμεν καὶ ἡμεῖς; καὶ εἶπεν αὐτοῖς, μηδένα διασείσητε μηδὲ συκοφαντήσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν. |
[14]ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες, Τί ποιήσωμεν καὶ ἡμεῖς; καὶ εἶπεν αὐτοῖς, Μηδένα διασείσητε μηδὲ συκοφαντήσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν. |
| [15]προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ ἰωάννου, μήποτε αὐτὸς εἴη ὁ χριστός, |
[15]Προσδοκῶντος δὲ τοῦ λαοῦ, καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάνου, μή ποτε αὐτὸς εἴη ὁ χριστός, |
| [16]ἀπεκρίνατο λέγων πᾶσιν ὁ ἰωάννης, ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὖ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί· |
[16]ἀπεκρίνατο ὁ Ἰωάνης ἅπασιν λέγων, Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί· |
| [17]οὖ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ διακαθᾶραι τὴν ἅλωνα αὐτοῦ καὶ συναγαγεῖν τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. |
[17]οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. |
| [18]πολλὰ μὲν οὗν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαόν· |
[18]Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαόν. |
| [19]ὁ δὲ ἡρῴδης ὁ τετραάρχης, ἐλεγχόμενος ὑπ᾽ αὐτοῦ περὶ ἡρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησεν πονηρῶν ὁ ἡρῴδης, |
[19]ὁ δὲ Ἡρώδης ὁ τετράρχης ἐλεγχόμενος ὑπ᾽ αὐτοῦ περὶ Ἡρωδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ περὶ πάντων ὧν ἐποίησεν πονηρῶν ὁ Ἡρώδης, |
| [20]προσέθηκεν καὶ τοῦτο ἐπὶ πᾶσιν [καὶ] κατέκλεισεν τὸν ἰωάννην ἐν φυλακῇ. |
[20]προσέθηκεν καὶ τοῦτο ἐπὶ πᾶσιν καὶ κατέκλεισεν τὸν Ἰωάνην ἐν φυλακῇ. |
| [21]ἐγένετο δὲ ἐν τῶ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν |
[21]Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαόν, καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανόν, |
| [22]καὶ καταβῆναι τὸ πνεῦμα τὸ ἅγιον σωματικῶ εἴδει ὡς περιστερὰν ἐπ᾽ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι, σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα. |
[22]καὶ καταβῆναι τὸ πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει ὡς περιστερὰν ἐπ᾽ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι, Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα. |
| [23]καὶ αὐτὸς ἦν ἰησοῦς ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα, ὢν υἱός, ὡς ἐνομίζετο, ἰωσὴφ τοῦ ἠλὶ |
[23]Καὶ αὐτὸς ἦν Ἰησοῦς ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα, ὢν υἱός, ὡς ἐνομίζετο, Ἰωσήφ, τοῦ Ἡλεί, |
| [24]τοῦ μαθθὰτ τοῦ λευὶ τοῦ μελχὶ τοῦ ἰανναὶ τοῦ ἰωσὴφ |
[24]τοῦ Ματθάτ, τοῦ Λευεί, τοῦ Μελχεί, τοῦ Ἰανναί, τοῦ Ἰωσήφ, |
| [25]τοῦ ματταθίου τοῦ ἀμὼς τοῦ ναοὺμ τοῦ ἑσλὶ τοῦ ναγγαὶ |
[25]τοῦ Μαθθαθίου, τοῦ Ἀμώς, τοῦ Ναούμ, τοῦ Ἐσλεί, τοῦ Ναγγαί, |
| [26]τοῦ μάαθ τοῦ ματταθίου τοῦ σεμεῒν τοῦ ἰωσὴχ τοῦ ἰωδὰ |
[26]τοῦ Μαάθ, τοῦ Ματταθίου τοῦ Σεμεείν, τοῦ Ἰωσήχ, τοῦ Ἰωδά, |
| [27]τοῦ ἰωανὰν τοῦ ῥησὰ τοῦ ζοροβαβὲλ τοῦ σαλαθιὴλ τοῦ νηρὶ |
[27]τοῦ Ἰωανάν, τοῦ Ῥησά, τοῦ Ζοροβάβελ, τοῦ Σαλαθιήλ, τοῦ Νηρεί, |
| [28]τοῦ μελχὶ τοῦ ἀδδὶ τοῦ κωσὰμ τοῦ ἐλμαδὰμ τοῦ ἢρ |
[28]τοῦ Μελχεί, τοῦ Ἀδδεί, τοῦ Κωσάμ, τοῦ Ἐλμαδάμ, τοῦ Ἤρ, |
| [29]τοῦ ἰησοῦ τοῦ ἐλιέζερ τοῦ ἰωρὶμ τοῦ μαθθὰτ τοῦ λευὶ |
[29]τοῦ Ἰησοῦ, τοῦ Ἐλιέζερ, τοῦ Ἰωρείμ, τοῦ Μαθθάτ, τοῦ Λευεί, |
| [30]τοῦ συμεὼν τοῦ ἰούδα τοῦ ἰωσὴφ τοῦ ἰωνὰμ τοῦ ἐλιακὶμ |
[30]τοῦ Συμεών, τοῦ Ἰούδα, τοῦ Ἰωσήφ, τοῦ Ἰωνάμ, τοῦ Ἐλιακείμ, |
| [31]τοῦ μελεὰ τοῦ μεννὰ τοῦ ματταθὰ τοῦ ναθὰμ τοῦ δαυὶδ |
[31]τοῦ Μελεά, τοῦ Μεννά, τοῦ Ματταθά, τοῦ Ναθάν, τοῦ Δαυείδ, |
| [32]τοῦ ἰεσσαὶ τοῦ ἰωβὴδ τοῦ βόος τοῦ σαλὰ τοῦ ναασσὼν |
[32]τοῦ Ἰεσσαί, τοῦ Ἰωβήδ, τοῦ Βοός, τοῦ Σαλμών, τοῦ Ναασσών, |
| [33]τοῦ ἀμιναδὰβ τοῦ ἀδμὶν τοῦ ἀρνὶ τοῦ ἑσρὼμ τοῦ φάρες τοῦ ἰούδα |
[33]τοῦ Ἀμιναδάβ, τοῦ Ἀράμ, τοῦ Ἐσρώμ, τοῦ Φαρές, τοῦ Ἰούδα, |
| [34]τοῦ ἰακὼβ τοῦ ἰσαὰκ τοῦ ἀβραὰμ τοῦ θάρα τοῦ ναχὼρ |
[34]τοῦ Ἰακώβ, τοῦ Ἰσαάκ, τοῦ Ἀβραάμ, τοῦ Θάρα, τοῦ Ναχώρ, |
| [35]τοῦ σεροὺχ τοῦ ῥαγαὺ τοῦ φάλεκ τοῦ ἔβερ τοῦ σαλὰ |
[35]τοῦ Σερούχ, τοῦ Ῥαγαῦ, τοῦ Φάλεκ, τοῦ Ἕβερ, τοῦ Σαλά, |
| [36]τοῦ καϊνὰμ τοῦ ἀρφαξὰδ τοῦ σὴμ τοῦ νῶε τοῦ λάμεχ |
[36]τοῦ Καϊνάν, τοῦ Ἀρφαξάδ, τοῦ Σήμ, τοῦ Νῶε, τοῦ Λάμεχ, |
| [37]τοῦ μαθουσαλὰ τοῦ ἑνὼχ τοῦ ἰάρετ τοῦ μαλελεὴλ τοῦ καϊνὰμ |
[37]τοῦ Μαθουσάλα, τοῦ Ἐνώχ, τοῦ Ἰαρέδ, τοῦ Μαλελεήλ, τοῦ Καϊνάν, |
| [38]τοῦ ἐνὼς τοῦ σὴθ τοῦ ἀδὰμ τοῦ θεοῦ. |
[38]τοῦ Ἐνώς, τοῦ Σήθ, τοῦ Ἀδάμ, τοῦ θεοῦ. |