|
|
| [1]ἐγένετο δὲ ἐν τῶ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῶ καὶ ἀκούειν τὸν λόγον τοῦ θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην γεννησαρέτ, |
[1]Then it came to pass, as the people pressed upon him to hear the word of God, that he stood by the lake of Gennesaret, |
| [2]καὶ εἶδεν δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀπ᾽ αὐτῶν ἀποβάντες ἔπλυνον τὰ δίκτυα. |
[2]And saw two ships stand by the lake side, but the fishermen were gone out of them, and were washing their nets. |
| [3]ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον, καθίσας δὲ ἐκ τοῦ πλοίου ἐδίδασκεν τοὺς ὄχλους. |
[3]And he entered into one of the ships, which was Simon's, and required him that he would thrust off a little from the land: and he sat down, and taught the people out of the ship. |
| [4]ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπεν πρὸς τὸν σίμωνα, ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. |
[4] Now when he had left speaking, he said unto Simon, Launch out into the deep, and let down your nets to make a draught. |
| [5]καὶ ἀποκριθεὶς σίμων εἶπεν, ἐπιστάτα, δι᾽ ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν, ἐπὶ δὲ τῶ ῥήματί σου χαλάσω τὰ δίκτυα. |
[5]Then Simon answered, and said unto him, Master, we have travailed all night, and have taken nothing: nevertheless at thy word I will let down the net. |
| [6]καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ, διερρήσσετο δὲ τὰ δίκτυα αὐτῶν. |
[6]And when they had so done, they enclosed a great multitude of fishes, so that their net break. |
| [7]καὶ κατένευσαν τοῖς μετόχοις ἐν τῶ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον, καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα ὥστε βυθίζεσθαι αὐτά. |
[7]And they beckoned to their partners, which were in the other ship, that they should come and help them, who came then, and filled both the ships, that they did sink. |
| [8]ἰδὼν δὲ σίμων πέτρος προσέπεσεν τοῖς γόνασιν ἰησοῦ λέγων, ἔξελθε ἀπ᾽ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, κύριε· |
[8]Now when Simon Peter saw it, he fell down at Jesus' knees, saying, Lord, go from me: for I am a sinful man. |
| [9]θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῶ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ὧν συνέλαβον, |
[9]For he was utterly astonished, and all that were with him, for the draught of fishes, which they took. |
| [10]ὁμοίως δὲ καὶ ἰάκωβον καὶ ἰωάννην υἱοὺς ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῶ σίμωνι. καὶ εἶπεν πρὸς τὸν σίμωνα ὁ ἰησοῦς, μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. |
[10]And so was also James and John the sons of Zebedee, which were companions with Simon. Then Jesus said unto Simon, Fear not: from henceforth thou shalt catch men. |
| [11]καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν ἀφέντες πάντα ἠκολούθησαν αὐτῶ. |
[11]And when they had brought the ships to land, they forsook all, and followed him. |
| [12]καὶ ἐγένετο ἐν τῶ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας· ἰδὼν δὲ τὸν ἰησοῦν πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων, κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. |
[12] Now it came to pass, as he was in a certain city, behold, there was a man full of leprosy, and when he saw Jesus, he fell on his face, and besought him, saying, Lord if thou wilt, thou canst make me clean. |
| [13]καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ λέγων, θέλω, καθαρίσθητι· καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ᾽ αὐτοῦ. |
[13]So he stretched forth his hand, and touched him, saying, I will, be thou clean. And immediately the leprosy departed from him. |
| [14]καὶ αὐτὸς παρήγγειλεν αὐτῶ μηδενὶ εἰπεῖν, ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῶ ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξεν μωϊσῆς, εἰς μαρτύριον αὐτοῖς. |
[14]And he commanded him that he should tell it no man: but Go, saith he, and show thyself to the Priest, and offer for thy cleansing, as Moses hath commanded, for a witness unto them. |
| [15]διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ, καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν καὶ θεραπεύεσθαι ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν· |
[15]But so much more went there a fame abroad of him, and great multitudes came together to hear, and to be healed of him of their infirmities. |
| [16]αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος. |
[16]But he kept himself apart in the wilderness, and prayed. |
| [17]καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἦν διδάσκων, καὶ ἦσαν καθήμενοι φαρισαῖοι καὶ νομοδιδάσκαλοι οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς γαλιλαίας καὶ ἰουδαίας καὶ ἰερουσαλήμ· καὶ δύναμις κυρίου ἦν εἰς τὸ ἰᾶσθαι αὐτόν. |
[17] And it came to pass, on a certain day, as he was teaching, that the Pharisees and doctors of the Law sat by, which were come out of every town of Galilee, and Judea, and Jerusalem, and the power of the Lord was in him to heal them. |
| [18]καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναι [αὐτὸν] ἐνώπιον αὐτοῦ. |
[18]Then behold, men brought a man lying in a bed, which was taken with a palsy, and they sought means to bring him in, and to lay him before him. |
| [19]καὶ μὴ εὑρόντες ποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον ἀναβάντες ἐπὶ τὸ δῶμα διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῶ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ ἰησοῦ. |
[19]And when they could not find by what way they might bring him in, because of the press, they went up on the house, and let him down through the tiling, bed and all, in the midst before Jesus. |
| [20]καὶ ἰδὼν τὴν πίστιν αὐτῶν εἶπεν, ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. |
[20]And when he saw their faith, he said unto him, Man, thy sins are forgiven thee. |
| [21]καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ φαρισαῖοι λέγοντες, τίς ἐστιν οὖτος ὃς λαλεῖ βλασφημίας; τίς δύναται ἁμαρτίας ἀφεῖναι εἰ μὴ μόνος ὁ θεός; |
[21]Then the Scribes and the Pharisees began to think, saying, Who is this that speaketh blasphemies? Who can forgive sins, but God only? |
| [22]ἐπιγνοὺς δὲ ὁ ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς, τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; |
[22]But when Jesus perceived their thoughts, he answered, and said unto them, What think ye in your hearts? |
| [23]τί ἐστιν εὐκοπώτερον, εἰπεῖν, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ εἰπεῖν, ἔγειρε καὶ περιπάτει; |
[23]Whether is easier to say, Thy sins are forgiven thee, or to say, Rise and walk? |
| [24]ἵνα δὲ εἰδῆτε ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου ἐξουσίαν ἔχει ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας _ εἶπεν τῶ παραλελυμένῳ, σοὶ λέγω, ἔγειρε καὶ ἄρας τὸ κλινίδιόν σου πορεύου εἰς τὸν οἶκόν σου. |
[24]But that ye may know that the Son of man hath authority to forgive sins in earth, (he said unto the sick of the palsy) I say to thee, Arise: take up thy bed, and go to thine house. |
| [25]καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφ᾽ ὃ κατέκειτο, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν θεόν. |
[25]And immediately he rose up before them, and took up his bed whereon he lay, and departed to his own house, praising God. |
| [26]καὶ ἔκστασις ἔλαβεν ἅπαντας καὶ ἐδόξαζον τὸν θεόν, καὶ ἐπλήσθησαν φόβου λέγοντες ὅτι εἴδομεν παράδοξα σήμερον. |
[26]And they were all amazed, and praised God, and were filled with fear, saying, Doubtless we have seen strange things today. |
| [27]καὶ μετὰ ταῦτα ἐξῆλθεν καὶ ἐθεάσατο τελώνην ὀνόματι λευὶν καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῶ, ἀκολούθει μοι. |
[27] And after that, he went forth and saw a Publican named Levi, sitting at the receipt of custom, and said unto him, Follow me. |
| [28]καὶ καταλιπὼν πάντα ἀναστὰς ἠκολούθει αὐτῶ. |
[28]And he left all, rose up, and followed him. |
| [29]καὶ ἐποίησεν δοχὴν μεγάλην λευὶς αὐτῶ ἐν τῇ οἰκίᾳ αὐτοῦ· καὶ ἦν ὄχλος πολὺς τελωνῶν καὶ ἄλλων οἳ ἦσαν μετ᾽ αὐτῶν κατακείμενοι. |
[29]Then Levi made him a great feast in his own house, where there was a great company of Publicans, and of other that sat at table with them. |
| [30]καὶ ἐγόγγυζον οἱ φαρισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶν πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες, διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε; |
[30]But they that were Scribes and Pharisees among them, murmured against his disciples, saying, Why eat ye and drink ye with Publicans and sinners? |
| [31]καὶ ἀποκριθεὶς ὁ ἰησοῦς εἶπεν πρὸς αὐτούς, οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλὰ οἱ κακῶς ἔχοντες· |
[31]Then Jesus answered, and said unto them, They that are whole, need not the Physician, but they that are sick. |
| [32]οὐκ ἐλήλυθα καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. |
[32]I came not to call the righteous, but sinners to repentance. |
| [33]οἱ δὲ εἶπαν πρὸς αὐτόν, οἱ μαθηταὶ ἰωάννου νηστεύουσιν πυκνὰ καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν φαρισαίων, οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν. |
[33] Then they said unto him, Why do the disciples of John fast often, and pray, and the disciples of the Pharisees also, but thine eat and drink? |
| [34]ὁ δὲ ἰησοῦς εἶπεν πρὸς αὐτούς, μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ᾽ αὐτῶν ἐστιν ποιῆσαι νηστεῦσαι; |
[34]And he said unto them, Can ye make the children of the wedding chamber to fast, as long as the bridegroom is with them? |
| [35]ἐλεύσονται δὲ ἡμέραι, καὶ ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις. |
[35]But the days will come, even when the bridegroom shall be taken away from them: then shall they fast in those days. |
| [36]ἔλεγεν δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι οὐδεὶς ἐπίβλημα ἀπὸ ἱματίου καινοῦ σχίσας ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μή γε, καὶ τὸ καινὸν σχίσει καὶ τῶ παλαιῶ οὐ συμφωνήσει τὸ ἐπίβλημα τὸ ἀπὸ τοῦ καινοῦ. |
[36]Again he spake also unto them a parable, No man putteth a piece of a new garment into an old vesture: for then the new renteth it, and the piece taken out of the new, agreeth not with the old. |
| [37]καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή γε, ῥήξει ὁ οἶνος ὁ νέος τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται· |
[37]Also no man poureth new wine into old vessels: for then the new wine will break the vessels, and it will run out, and the vessels will perish. |
| [38]ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον. |
[38]But new wine must be poured into new vessels: so both are preserved. |
| [39][καὶ] οὐδεὶς πιὼν παλαιὸν θέλει νέον· λέγει γάρ, ὁ παλαιὸς χρηστός ἐστιν. |
[39]Also no man that drinketh old wine, straightway desireth new: for he saith, the old is better. |