|
|
| [1]This is the booke of the generation of Iesus Christ, the sonne of Dauid, the sonne of Abraham |
[1]βίβλος γενέσεως ἰησοῦ χριστοῦ υἱοῦ δαυὶδ υἱοῦ ἀβραάμ. |
| [2]Abraham begat Isaac, Isaac begat Iacob, Iacob begat Iudas, and his brethren |
[2]ἀβραὰμ ἐγέννησεν τὸν ἰσαάκ, ἰσαὰκ δὲ ἐγέννησεν τὸν ἰακώβ, ἰακὼβ δὲ ἐγέννησεν τὸν ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, |
| [3]Iudas begat Phares, and Zara of Thamar, Phares begat Esrom, Esrom begat Aram |
[3]ἰούδας δὲ ἐγέννησεν τὸν φάρες καὶ τὸν ζάρα ἐκ τῆς θαμάρ, φάρες δὲ ἐγέννησεν τὸν ἑσρώμ, ἑσρὼμ δὲ ἐγέννησεν τὸν ἀράμ, |
| [4]Aram begat Aminadab, Aminadab begat Naasson, Naasson begat Salmon |
[4]ἀρὰμ δὲ ἐγέννησεν τὸν ἀμιναδάβ, ἀμιναδὰβ δὲ ἐγέννησεν τὸν ναασσών, ναασσὼν δὲ ἐγέννησεν τὸν σαλμών, |
| [5]Salmon begat Boos, of Rachab, Boos begat Obed of Ruth, Obed begat Iesse |
[5]σαλμὼν δὲ ἐγέννησεν τὸν βόες ἐκ τῆς ῥαχάβ, βόες δὲ ἐγέννησεν τὸν ἰωβὴδ ἐκ τῆς ῥούθ, ἰωβὴδ δὲ ἐγέννησεν τὸν ἰεσσαί, |
| [6]Iesse begat Dauid the kyng, Dauid the kyng begat Solomon, of her that was the wyfe of Urie |
[6]ἰεσσαὶ δὲ ἐγέννησεν τὸν δαυὶδ τὸν βασιλέα. δαυὶδ δὲ ἐγέννησεν τὸν σολομῶνα ἐκ τῆς τοῦ οὐρίου, |
| [7]Solomon begat Roboam, Roboam begat Abia, Abia begat Asa |
[7]σολομὼν δὲ ἐγέννησεν τὸν ῥοβοάμ, ῥοβοὰμ δὲ ἐγέννησεν τὸν ἀβιά, ἀβιὰ δὲ ἐγέννησεν τὸν ἀσάφ, |
| [8]Asa begat Iosaphat, Iosaphat begat Ioram, Ioram begat Ozias |
[8]ἀσὰφ δὲ ἐγέννησεν τὸν ἰωσαφάτ, ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν ἰωράμ, ἰωρὰμ δὲ ἐγέννησεν τὸν ὀζίαν, |
| [9]Ozias begat Ioatham, Ioatham begat Achas, Achas begat Ezekias |
[9]ὀζίας δὲ ἐγέννησεν τὸν ἰωαθάμ, ἰωαθὰμ δὲ ἐγέννησεν τὸν ἀχάζ, ἀχὰζ δὲ ἐγέννησεν τὸν ἑζεκίαν, |
| [10]Ezekias begat Manasses, Manasses begat Amon, Amon begat Iosias |
[10]ἑζεκίας δὲ ἐγέννησεν τὸν μανασσῆ, μανασσῆς δὲ ἐγέννησεν τὸν ἀμώς, ἀμὼς δὲ ἐγέννησεν τὸν ἰωσίαν, |
| [11]Iosias begat Iacim, Iacim begat Iechonias and his brethren, about the tyme they were caryed away to Babylon |
[11]ἰωσίας δὲ ἐγέννησεν τὸν ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας βαβυλῶνος. |
| [12]And, after they were brought to Babylon, Iechonias begat Salathiel, Salathiel begat Zorobabel |
[12]μετὰ δὲ τὴν μετοικεσίαν βαβυλῶνος ἰεχονίας ἐγέννησεν τὸν σαλαθιήλ, σαλαθιὴλ δὲ ἐγέννησεν τὸν ζοροβαβέλ, |
| [13]Zorobabel begat Abiud, Abiud begat Eliakim, Eliakim begat Azor |
[13]ζοροβαβὲλ δὲ ἐγέννησεν τὸν ἀβιούδ, ἀβιοὺδ δὲ ἐγέννησεν τὸν ἐλιακίμ, ἐλιακὶμ δὲ ἐγέννησεν τὸν ἀζώρ, |
| [14]Azor begat Sadoc, Sadoc begat Achen, Achen begat Eliud |
[14]ἀζὼρ δὲ ἐγέννησεν τὸν σαδώκ, σαδὼκ δὲ ἐγέννησεν τὸν ἀχίμ, ἀχὶμ δὲ ἐγέννησεν τὸν ἐλιούδ, |
| [15]Eliud begat Eleazar, Eleazar begat Matthan, Matthan begat Iacob |
[15]ἐλιοὺδ δὲ ἐγέννησεν τὸν ἐλεάζαρ, ἐλεάζαρ δὲ ἐγέννησεν τὸν ματθάν, ματθὰν δὲ ἐγέννησεν τὸν ἰακώβ, |
| [16]Iacob begat Ioseph, the husband of Marie, of who was borne Iesus, that is called Christe |
[16]ἰακὼβ δὲ ἐγέννησεν τὸν ἰωσὴφ τὸν ἄνδρα μαρίας, ἐξ ἧς ἐγεννήθη ἰησοῦς ὁ λεγόμενος χριστός. |
| [17]And so, all the generations from Abraham to Dauid, are fourteene generations: and from Dauid vntyll the carying away into Babylo, are fourteene generations: and fro the carying away into Babylon vnto Christe, are fourteene generations |
[17]πᾶσαι οὗν αἱ γενεαὶ ἀπὸ ἀβραὰμ ἕως δαυὶδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ δαυὶδ ἕως τῆς μετοικεσίας βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας βαβυλῶνος ἕως τοῦ χριστοῦ γενεαὶ δεκατέσσαρες. |
| [18]The birth of Iesus Christe was on this wise. When as his mother Marie was betrouthed to Ioseph (before they came together) she was founde with chylde of the holy ghost |
[18]τοῦ δὲ ἰησοῦ χριστοῦ ἡ γένεσις οὕτως ἦν. μνηστευθείσης τῆς μητρὸς αὐτοῦ μαρίας τῶ ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου. |
| [19]Then Ioseph her husbande, beyng a ryghteous man, and not wyllyng to make her a publique example, was mynded priuily to put her away |
[19]ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν δειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν. |
| [20]But whyle he thought these thinges, beholde, the Angell of the Lord appeared vnto hym in a dreame, saying: Ioseph, thou sonne of Dauid, feare not to take [vnto thee] Marie thy wife, for that which is conceaued in her, is of the holy ghost |
[20]ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος κυρίου κατ᾽ ὄναρ ἐφάνη αὐτῶ λέγων, ἰωσὴφ υἱὸς δαυίδ, μὴ φοβηθῇς παραλαβεῖν μαριὰμ τὴν γυναῖκά σου, τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου· |
| [21]She shall bryng foorth a sonne, and thou shalt call his name Iesus: for he shall saue his people from their sinnes |
[21]τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ἰησοῦν, αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. |
| [22](All this was done, that it myght be fulfilled, which was spoken of the lorde by the prophete, saying |
[22]τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος, |
| [23]Behold, a virgin shalbe with childe, and shall bryng foorth a sonne, and they shall call his name Emmanuel, whiche is by interpretation, God with vs. |
[23]ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ ἐμμανουήλ, ὅ ἐστιν μεθερμηνευόμενον μεθ᾽ ἡμῶν ὁ θεός. |
| [24]Then Ioseph, being raysed fro slepe, dyd as the Angel of the Lorde had bidden hym, and he toke his wyfe |
[24]ἐγερθεὶς δὲ ὁ ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῶ ὁ ἄγγελος κυρίου καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ· |
| [25]And knewe her not, tyll she hadde brought foorth her first borne sonne, & called his name Iesus |
[25]καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὖ ἔτεκεν υἱόν· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ ἰησοῦν. |