«
Nestle-Aland Greek NT (1993)
N/A GNT
Wycliffe's English Translation (1388)
Wyc
[1]καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. [1]And whanne his twelue disciplis weren clepid togidere, he yaf to hem powere of vnclene spiritis, to caste hem out of men, and to heele eueri langour, and sijknesse.
[2]τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστιν ταῦτα· πρῶτος σίμων ὁ λεγόμενος πέτρος καὶ ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἰάκωβος ὁ τοῦ ζεβεδαίου καὶ ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, [2]And these ben the names of the twelue apostlis; the firste, Symount, that is clepid Petre, and Andrew, his brothir; James of Zebede, and Joon, his brothir; Filip, and Bartholomeu;
[3]φίλιππος καὶ βαρθολομαῖος, θωμᾶς καὶ μαθθαῖος ὁ τελώνης, ἰάκωβος ὁ τοῦ ἁλφαίου καὶ θαδδαῖος, [3]Thomas, and Matheu, pupplican; and James Alfey, and Tadee;
[4]σίμων ὁ καναναῖος καὶ ἰούδας ὁ ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν. [4]Symount Chananee, and Judas Scarioth, that bitrayede Crist.
[5]τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ ἰησοῦς παραγγείλας αὐτοῖς λέγων, εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν σαμαριτῶν μὴ εἰσέλθητε· [5]Jhesus sente these twelue, and comaundide hem, and seide, Go ye not `in to the weie of hethene men, and entre ye not in to the citees of Samaritans;
[6]πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ἰσραήλ. [6]but rather go ye to the scheep of the hous of Israel, that han perischid.
[7]πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. [7]And go ye, and preche ye, and seie, that the kyngdam of heuenes shal neiye;
[8]ἀσθενοῦντας θεραπεύετε, νεκροὺς ἐγείρετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. [8]heele ye sike men, reise ye deede men, clense ye mesels, caste ye out deuelis; freeli ye han takun, freli yyue ye.
[9]μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, [9]Nyle ye welde gold, nether siluer, ne money in youre girdlis, not a scrippe in the weie,
[10]μὴ πήραν εἰς ὁδὸν μηδὲ δύο χιτῶνας μηδὲ ὑποδήματα μηδὲ ῥάβδον· ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ. [10]nether twei cootis, nethir shoon, nether a yerde; for a werkman is worthi his mete.
[11]εἰς ἣν δ᾽ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστιν· κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε. [11]In to what euere citee or castel ye schulen entre, axe ye who therynne is worthi, and there dwelle ye, til ye go out.
[12]εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν ἀσπάσασθε αὐτήν· [12]And whanne ye goon in to an hous, `grete ye it, and seyn, Pees to this hous.
[13]καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθάτω ἡ εἰρήνη ὑμῶν ἐπ᾽ αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστραφήτω. [13]And if thilk hous be worthi, youre pees schal come on it; but if that hous be not worthi, youre pees schal turne ayen to you.
[14]καὶ ὃς ἂν μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι ἔξω τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. [14]And who euere resseyueth not you, nethir herith youre wordis, go ye fro that hous or citee, and sprenge of the dust of youre feet.
[15]ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ σοδόμων καὶ γομόρρων ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ. [15]Treuly Y seie to you, it shal be more suffrable to the loond of men of Sodom and of Gommor in the dai of iugement, than to thilke citee.
[16]ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὗν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. [16]Lo! Y sende you as scheep in the myddil of wolues; therfor be ye sliy as serpentis, and symple as dowues.
[17]προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσιν γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς· [17]But be ye war of men, for thei schulen take you in counseilis, and thei schulen bete you in her synagogis;
[18]καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. [18]and to meyris, or presidentis, and to kyngis, ye schulen be lad for me, in witnessyng to hem, and to the hethen men.
[19]ὅταν δὲ παραδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσητε· [19]But whanne thei take you, nyle ye thenke, hou or what thing ye schulen speke, for it shal be youun `to you in that our, what ye schulen speke;
[20]οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. [20]for it ben not ye that speken, but the spirit of youre fadir, that spekith in you.
[21]παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς. [21]`And the brother shal take the brother in to deeth, and the fader the sone, and sones schulen rise ayens fadir and modir, and schulen turmente hem bi deeth.
[22]καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος οὖτος σωθήσεται. [22]And ye schulen be in hate to alle men for my name; but he that shall dwelle stille in to the ende, shal be saaf.
[23]ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν· ἀμὴν γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ ἰσραὴλ ἕως ἂν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου. [23]And whanne thei pursuen you in this citee, fle ye in to anothir. Treuli Y seie to you, ye schulen not ende the citees of Israel, to for that mannus sone come.
[24]οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ. [24]The disciple is not aboue the maistir, ne the seruaunt aboue hys lord;
[25]ἀρκετὸν τῶ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ. εἰ τὸν οἰκοδεσπότην βεελζεβοὺλ ἐπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ. [25]it is ynowy to the disciple, that he be as his maistir, and to the seruaunt as his lord. If thei han clepid the hosebonde man Belsabub, hou myche more his houshold meyne?
[26]μὴ οὗν φοβηθῆτε αὐτούς· οὐδὲν γάρ ἐστιν κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται. [26]Therfor drede ye not hem; for no thing is hid, that schal not be shewid; and no thing is priuey, that schal not be wist.
[27]ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῶ φωτί· καὶ ὃ εἰς τὸ οὗς ἀκούετε, κηρύξατε ἐπὶ τῶν δωμάτων. [27]That thing that Y seie to you in derknessis, seie ye in the liyt; and preche ye on housis, that thing that ye heeren in the ere.
[28]καὶ μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβεῖσθε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. [28]And nyle ye drede hem that sleen the bodi; for thei moun not sle the soule; but rather drede ye hym, that mai lese bothe soule and bodi in to helle.
[29]οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ πατρὸς ὑμῶν. [29]Whether twei sparewis ben not seeld for an halpeny? and oon of hem shal not falle on the erthe with outen youre fadir.
[30]ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν. [30]`And alle the heeris of youre heed ben noumbrid.
[31]μὴ οὗν φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε ὑμεῖς. [31]nyle ye drede; ye ben betere than many sparewis.
[32]πᾶς οὗν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῶ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν [τοῖς] οὐρανοῖς· [32]Therfor euery man that schal knouleche me bifore men, Y schal knouleche hym bifor my fadir that is in heuenes.
[33]ὅστις δ᾽ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν [τοῖς] οὐρανοῖς. [33]But he that shal denye me bifor men, and I shal denye him bifor my fadir that is in heuenes.
[34]μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν. [34]Nile ye deme, that Y cam to sende pees in to erthe; Y cam not to sende pees, but swerd.
[35]ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς, [35]For Y cam to departe a man ayens his fadir, and the douytir ayens hir modir, and the sones wijf ayens the housbondis modir;
[36]καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ. [36]and the enemyes of a man ben `thei, that ben homeli with him.
[37]ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος· [37]He that loueth fadir or modir more than me, is not worthi to me. And he that loueth sone or douyter ouer me, is not worthi to me.
[38]καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστιν μου ἄξιος. [38]And he that takith not his croos, and sueth me, is not worthi to me.
[39]ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν. [39]He that fyndith his lijf, shal lose it; and he that lesith his lijf for me, shal fynde it.
[40]ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται, καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με. [40]He that resseyueth you, resseyueth me; and he that resseyueth me, resseyueth hym that sente me.
[41]ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου λήμψεται, καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου λήμψεται. [41]He that resseyueth a prophete in the name of a prophete, shal take the mede of a prophete. And he that resseyueth a iust man in the name of a iust man, schal take the mede of a iust man.
[42]καὶ ὃς ἂν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. [42]And who euer yyueth drynke to oon of these leeste a cuppe of coolde watir oonli in the name of a disciple, treuli Y seie to you, he shal not leese his mede.
Author: Eberhard Nestle (1851–1913), Kurt Aland (1915–1994), Barbara Aland (b. 1937), et al.
Source: sacred-texts.org

See information...
Author: John Wycliffe (1328 – 1384)
Top