«
Nestle-Aland Greek NT (1993)
N/A GNT
Westcott/Hort Greek NT (1881)
W/H GNT
[1]ἐν ἐκείνῳ τῶ καιρῶ ἤκουσεν ἡρῴδης ὁ τετραάρχης τὴν ἀκοὴν ἰησοῦ, [1]εν εκεινω τω καιρω ηκουσεν ηρωδης ο τετρααρχης την ακοην ιησου
[2]καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ, οὖτός ἐστιν ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῶ. [2]και ειπεν τοις παισιν αυτου ουτος εστιν ιωαννης ο βαπτιστης αυτος ηγερθη απο των νεκρων και δια τουτο αι δυναμεις ενεργουσιν εν αυτω
[3]ὁ γὰρ ἡρῴδης κρατήσας τὸν ἰωάννην ἔδησεν [αὐτὸν] καὶ ἐν φυλακῇ ἀπέθετο διὰ ἡρῳδιάδα τὴν γυναῖκα φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ· [3]ο γαρ ηρωδης κρατησας τον ιωαννην εδησεν [αυτον] και εν φυλακη απεθετο δια ηρωδιαδα την γυναικα φιλιππου του αδελφου αυτου
[4]ἔλεγεν γὰρ ὁ ἰωάννης αὐτῶ, οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν. [4]ελεγεν γαρ ο ιωαννης αυτω ουκ εξεστιν σοι εχειν αυτην
[5]καὶ θέλων αὐτὸν ἀποκτεῖναι ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον. [5]και θελων αυτον αποκτειναι εφοβηθη τον οχλον οτι ως προφητην αυτον ειχον
[6]γενεσίοις δὲ γενομένοις τοῦ ἡρῴδου ὠρχήσατο ἡ θυγάτηρ τῆς ἡρῳδιάδος ἐν τῶ μέσῳ καὶ ἤρεσεν τῶ ἡρῴδῃ, [6]γενεσιοις δε γενομενοις του ηρωδου ωρχησατο η θυγατηρ της ηρωδιαδος εν τω μεσω και ηρεσεν τω ηρωδη
[7]ὅθεν μεθ᾽ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται. [7]οθεν μεθ ορκου ωμολογησεν αυτη δουναι ο εαν αιτησηται
[8]ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν ἰωάννου τοῦ βαπτιστοῦ. [8]η δε προβιβασθεισα υπο της μητρος αυτης δος μοι φησιν ωδε επι πινακι την κεφαλην ιωαννου του βαπτιστου
[9]καὶ λυπηθεὶς ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσεν δοθῆναι, [9]και λυπηθεις ο βασιλευς δια τους ορκους και τους συνανακειμενους εκελευσεν δοθηναι
[10]καὶ πέμψας ἀπεκεφάλισεν [τὸν] ἰωάννην ἐν τῇ φυλακῇ· [10]και πεμψας απεκεφαλισεν [τον] ιωαννην εν τη φυλακη
[11]καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῶ κορασίῳ, καὶ ἤνεγκεν τῇ μητρὶ αὐτῆς. [11]και ηνεχθη η κεφαλη αυτου επι πινακι και εδοθη τω κορασιω και ηνεγκεν τη μητρι αυτης
[12]καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ πτῶμα καὶ ἔθαψαν αὐτό[ν], καὶ ἐλθόντες ἀπήγγειλαν τῶ ἰησοῦ. [12]και προσελθοντες οι μαθηται αυτου ηραν το πτωμα και εθαψαν αυτον <αυτον> και ελθοντες απηγγειλαν τω ιησου
[13]ἀκούσας δὲ ὁ ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ᾽ ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῶ πεζῇ ἀπὸ τῶν πόλεων. [13]ακουσας δε ο ιησους ανεχωρησεν εκειθεν εν πλοιω εις ερημον τοπον κατ ιδιαν και ακουσαντες οι οχλοι ηκολουθησαν αυτω πεζη απο των πολεων
[14]καὶ ἐξελθὼν εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾽ αὐτοῖς καὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτῶν. [14]και εξελθων ειδεν πολυν οχλον και εσπλαγχνισθη επ αυτοις και εθεραπευσεν τους αρρωστους αυτων
[15]ὀψίας δὲ γενομένης προσῆλθον αὐτῶ οἱ μαθηταὶ λέγοντες, ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. [15]οψιας δε γενομενης προσηλθον αυτω οι μαθηται λεγοντες ερημος εστιν ο τοπος και η ωρα ηδη παρηλθεν απολυσον τους οχλους ινα απελθοντες εις τας κωμας αγορασωσιν εαυτοις βρωματα
[16]ὁ δὲ [ἰησοῦς] εἶπεν αὐτοῖς, οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. [16]ο δε ιησους [ιησους] ειπεν αυτοις ου χρειαν εχουσιν απελθειν δοτε αυτοις υμεις φαγειν
[17]οἱ δὲ λέγουσιν αὐτῶ, οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. [17]οι δε λεγουσιν αυτω ουκ εχομεν ωδε ει μη πεντε αρτους και δυο ιχθυας
[18]ὁ δὲ εἶπεν, φέρετέ μοι ὧδε αὐτούς. [18]ο δε ειπεν φερετε μοι ωδε αυτους
[19]καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοῦ χόρτου, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. [19]και κελευσας τους οχλους ανακλιθηναι επι του χορτου λαβων τους πεντε αρτους και τους δυο ιχθυας αναβλεψας εις τον ουρανον ευλογησεν και κλασας εδωκεν τοις μαθηταις τους αρτους οι δε μαθηται τοις οχλοις
[20]καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. [20]και εφαγον παντες και εχορτασθησαν και ηραν το περισσευον των κλασματων δωδεκα κοφινους πληρεις
[21]οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων. [21]οι δε εσθιοντες ησαν ανδρες ωσει πεντακισχιλιοι χωρις γυναικων και παιδιων
[22]καὶ εὐθέως ἠνάγκασεν τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὖ ἀπολύσῃ τοὺς ὄχλους. [22]και [ευθεως] ευθεως ηναγκασεν τους μαθητας εμβηναι εις το πλοιον και προαγειν αυτον εις το περαν εως ου απολυση τους οχλους
[23]καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ᾽ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ. [23]και απολυσας τους οχλους ανεβη εις το ορος κατ ιδιαν προσευξασθαι οψιας δε γενομενης μονος ην εκει
[24]τὸ δὲ πλοῖον ἤδη σταδίους πολλοὺς ἀπὸ τῆς γῆς ἀπεῖχεν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων, ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. [24]το δε πλοιον ηδη σταδιους πολλους απο της γης απειχεν βασανιζομενον υπο των κυματων ην γαρ εναντιος ο ανεμος
[25]τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἦλθεν πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τὴν θάλασσαν. [25]τεταρτη δε φυλακη της νυκτος ηλθεν προς αυτους περιπατων επι την θαλασσαν
[26]οἱ δὲ μαθηταὶ ἰδόντες αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστιν, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. [26]οι δε μαθηται ιδοντες αυτον επι της θαλασσης περιπατουντα εταραχθησαν λεγοντες οτι φαντασμα εστιν και απο του φοβου εκραξαν
[27]εὐθὺς δὲ ἐλάλησεν [ὁ ἰησοῦς] αὐτοῖς λέγων, θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε. [27]ευθυς δε ελαλησεν [ο ιησους] αυτοις λεγων θαρσειτε εγω ειμι μη φοβεισθε
[28]ἀποκριθεὶς δὲ αὐτῶ ὁ πέτρος εἶπεν, κύριε, εἰ σὺ εἶ, κέλευσόν με ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα· [28]αποκριθεις δε ο πετρος ειπεν αυτω αυτω ο πετρος ειπεν κυριε ει συ ει κελευσον με ελθειν προς σε επι τα υδατα
[29]ὁ δὲ εἶπεν, ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ πλοίου [ὁ] πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα καὶ ἦλθεν πρὸς τὸν ἰησοῦν. [29]ο δε ειπεν ελθε και καταβας απο του πλοιου [ο] πετρος περιεπατησεν επι τα υδατα και ηλθεν προς τον ιησουν
[30]βλέπων δὲ τὸν ἄνεμον [ἰσχυρὸν] ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν λέγων, κύριε, σῶσόν με. [30]βλεπων δε τον ανεμον [ισχυρον] εφοβηθη και αρξαμενος καταποντιζεσθαι εκραξεν λεγων κυριε σωσον με
[31]εὐθέως δὲ ὁ ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῶ, ὀλιγόπιστε, εἰς τί ἐδίστασας; [31]ευθεως δε ο ιησους εκτεινας την χειρα επελαβετο αυτου και λεγει αυτω ολιγοπιστε εις τι εδιστασας
[32]καὶ ἀναβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος. [32]και αναβαντων αυτων εις το πλοιον εκοπασεν ο ανεμος
[33]οἱ δὲ ἐν τῶ πλοίῳ προσεκύνησαν αὐτῶ λέγοντες, ἀληθῶς θεοῦ υἱὸς εἶ. [33]οι δε εν τω πλοιω προσεκυνησαν αυτω λεγοντες αληθως θεου υιος ει
[34]καὶ διαπεράσαντες ἦλθον ἐπὶ τὴν γῆν εἰς γεννησαρέτ. [34]και διαπερασαντες ηλθον επι την γην εις γεννησαρετ
[35]καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῶ πάντας τοὺς κακῶς ἔχοντας, [35]και επιγνοντες αυτον οι ανδρες του τοπου εκεινου απεστειλαν εις ολην την περιχωρον εκεινην και προσηνεγκαν αυτω παντας τους κακως εχοντας
[36]καὶ παρεκάλουν αὐτὸν ἵνα μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν. [36]και παρεκαλουν [αυτον] αυτον ινα μονον αψωνται του κρασπεδου του ιματιου αυτου και οσοι ηψαντο διεσωθησαν
Author: Eberhard Nestle (1851–1913), Kurt Aland (1915–1994), Barbara Aland (b. 1937), et al.
Source: sacred-texts.org

See information...
Author: Brooke Foss Westcott (1825–1901), Fenton John Anthony Hort (1828–1892)
Source: www.unboundbible.org

See information...
Top