|
|
| [1]εν εκεινω τω καιρω ηκουσεν ηρωδης ο τετρααρχης την ακοην ιησου |
[1]Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν ῾Ηρῴδης ὁ τετράρχης τὴν ἀκοὴν ᾿Ιησοῦ. |
| [2]και ειπεν τοις παισιν αυτου ουτος εστιν ιωαννης ο βαπτιστης αυτος ηγερθη απο των νεκρων και δια τουτο αι δυναμεις ενεργουσιν εν αυτω |
[2]καὶ εἶπε τοῖς παισὶν αὐτοῦ· οὗτός ἐστιν ᾿Ιωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ. |
| [3]ο γαρ ηρωδης κρατησας τον ιωαννην εδησεν [αυτον] και εν φυλακη απεθετο δια ηρωδιαδα την γυναικα φιλιππου του αδελφου αυτου |
[3]ὁ γὰρ ῾Ηρῴδης κρατήσας τὸν ᾿Ιωάννην ἔδησεν αὐτὸν καὶ ἔθετο ἐν φυλακῇ διὰ ῾Ηρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ. |
| [4]ελεγεν γαρ ο ιωαννης αυτω ουκ εξεστιν σοι εχειν αυτην |
[4]ἔλεγε γὰρ αὐτῷ ὁ ᾿Ιωάννης· οὐκ ἔξεστί σοι ἔχειν αὐτήν. |
| [5]και θελων αυτον αποκτειναι εφοβηθη τον οχλον οτι ως προφητην αυτον ειχον |
[5]καὶ θέλων αὐτὸν ἀποκτεῖναι ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον. |
| [6]γενεσιοις δε γενομενοις του ηρωδου ωρχησατο η θυγατηρ της ηρωδιαδος εν τω μεσω και ηρεσεν τω ηρωδη |
[6]γενεσίων δὲ ἀγομένων τοῦ ῾Ηρῴδου ὠρχήσατο ἡ θυγάτηρ τῆς ῾Ηρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσε τῷ ῾Ηρῴδη· |
| [7]οθεν μεθ ορκου ωμολογησεν αυτη δουναι ο εαν αιτησηται |
[7]ὅθεν μεθ᾿ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται. |
| [8]η δε προβιβασθεισα υπο της μητρος αυτης δος μοι φησιν ωδε επι πινακι την κεφαλην ιωαννου του βαπτιστου |
[8]ἡ δέ, προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν ᾿Ιωάννου τοῦ βαπτιστοῦ. |
| [9]και λυπηθεις ο βασιλευς δια τους ορκους και τους συνανακειμενους εκελευσεν δοθηναι |
[9]καὶ ἐλυπήθη ὁ βασιλεύς, διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσε δοθῆναι, |
| [10]και πεμψας απεκεφαλισεν [τον] ιωαννην εν τη φυλακη |
[10]καὶ πέμψας ἀπεκεφάλισε τὸν ᾿Ιωάννην ἐν τῇ φυλακῇ. |
| [11]και ηνεχθη η κεφαλη αυτου επι πινακι και εδοθη τω κορασιω και ηνεγκεν τη μητρι αυτης |
[11]καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ, καὶ ἤνεγκε τῇ μητρὶ αὐτῆς. |
| [12]και προσελθοντες οι μαθηται αυτου ηραν το πτωμα και εθαψαν αυτον <αυτον> και ελθοντες απηγγειλαν τω ιησου |
[12]καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ σῶμα καὶ ἔθαψαν αὐτό, καὶ ἐλθόντες ἀπήγγειλαν τῷ ᾿Ιησοῦ. |
| [13]ακουσας δε ο ιησους ανεχωρησεν εκειθεν εν πλοιω εις ερημον τοπον κατ ιδιαν και ακουσαντες οι οχλοι ηκολουθησαν αυτω πεζη απο των πολεων |
[13]᾿Ακούσας δὲ ὁ ᾿Ιησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ᾿ ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων. |
| [14]και εξελθων ειδεν πολυν οχλον και εσπλαγχνισθη επ αυτοις και εθεραπευσεν τους αρρωστους αυτων |
[14]Καὶ ἐξελθὼν ὁ ᾿Ιησοῦς εἶδε πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾿ αὐτοῖς καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν. |
| [15]οψιας δε γενομενης προσηλθον αυτω οι μαθηται λεγοντες ερημος εστιν ο τοπος και η ωρα ηδη παρηλθεν απολυσον τους οχλους ινα απελθοντες εις τας κωμας αγορασωσιν εαυτοις βρωματα |
[15]ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. |
| [16]ο δε ιησους [ιησους] ειπεν αυτοις ου χρειαν εχουσιν απελθειν δοτε αυτοις υμεις φαγειν |
[16]ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. |
| [17]οι δε λεγουσιν αυτω ουκ εχομεν ωδε ει μη πεντε αρτους και δυο ιχθυας |
[17]οἱ δὲ λέγουσιν αὐτῷ· οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. |
| [18]ο δε ειπεν φερετε μοι ωδε αυτους |
[18]ὁ δὲ εἶπε· φέρετέ μοι αὐτοὺς ὧδε. |
| [19]και κελευσας τους οχλους ανακλιθηναι επι του χορτου λαβων τους πεντε αρτους και τους δυο ιχθυας αναβλεψας εις τον ουρανον ευλογησεν και κλασας εδωκεν τοις μαθηταις τους αρτους οι δε μαθηται τοις οχλοις |
[19]καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε, καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. |
| [20]και εφαγον παντες και εχορτασθησαν και ηραν το περισσευον των κλασματων δωδεκα κοφινους πληρεις |
[20]καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. |
| [21]οι δε εσθιοντες ησαν ανδρες ωσει πεντακισχιλιοι χωρις γυναικων και παιδιων |
[21]οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων. |
| [22]και [ευθεως] ευθεως ηναγκασεν τους μαθητας εμβηναι εις το πλοιον και προαγειν αυτον εις το περαν εως ου απολυση τους οχλους |
[22]Καὶ εὐθέως ἠνάγκασεν ὁ ᾿Ιησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. |
| [23]και απολυσας τους οχλους ανεβη εις το ορος κατ ιδιαν προσευξασθαι οψιας δε γενομενης μονος ην εκει |
[23]καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ᾿ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ. |
| [24]το δε πλοιον ηδη σταδιους πολλους απο της γης απειχεν βασανιζομενον υπο των κυματων ην γαρ εναντιος ο ανεμος |
[24]τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. |
| [25]τεταρτη δε φυλακη της νυκτος ηλθεν προς αυτους περιπατων επι την θαλασσαν |
[25]τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθε πρὸς αὐτοὺς ὁ ᾿Ιησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης. |
| [26]οι δε μαθηται ιδοντες αυτον επι της θαλασσης περιπατουντα εταραχθησαν λεγοντες οτι φαντασμα εστιν και απο του φοβου εκραξαν |
[26]καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τὴν θάλασσαν περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστι, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. |
| [27]ευθυς δε ελαλησεν [ο ιησους] αυτοις λεγων θαρσειτε εγω ειμι μη φοβεισθε |
[27]εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ ᾿Ιησοῦς λέγων· θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε. |
| [28]αποκριθεις δε ο πετρος ειπεν αυτω αυτω ο πετρος ειπεν κυριε ει συ ει κελευσον με ελθειν προς σε επι τα υδατα |
[28]ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρός σε ἐλθεῖν ἐπὶ τὰ ὕδατα. |
| [29]ο δε ειπεν ελθε και καταβας απο του πλοιου [ο] πετρος περιεπατησεν επι τα υδατα και ηλθεν προς τον ιησουν |
[29]ὁ δὲ εἶπεν, ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ἐλθεῖν πρὸς τὸν ᾿Ιησοῦν. |
| [30]βλεπων δε τον ανεμον [ισχυρον] εφοβηθη και αρξαμενος καταποντιζεσθαι εκραξεν λεγων κυριε σωσον με |
[30]βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξε λέγων· Κύριε, σῶσόν με. |
| [31]ευθεως δε ο ιησους εκτεινας την χειρα επελαβετο αυτου και λεγει αυτω ολιγοπιστε εις τι εδιστασας |
[31]εὐθέως δὲ ὁ ᾿Ιησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· ὀλιγόπιστε! εἰς τί ἐδίστασας; |
| [32]και αναβαντων αυτων εις το πλοιον εκοπασεν ο ανεμος |
[32]καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος· |
| [33]οι δε εν τω πλοιω προσεκυνησαν αυτω λεγοντες αληθως θεου υιος ει |
[33]οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες προσεκύνησαν αὐτῷ λέγοντες· ἀληθῶς Θεοῦ υἱὸς εἶ. |
| [34]και διαπερασαντες ηλθον επι την γην εις γεννησαρετ |
[34]Καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γεννησαρέτ. |
| [35]και επιγνοντες αυτον οι ανδρες του τοπου εκεινου απεστειλαν εις ολην την περιχωρον εκεινην και προσηνεγκαν αυτω παντας τους κακως εχοντας |
[35]καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, |
| [36]και παρεκαλουν [αυτον] αυτον ινα μονον αψωνται του κρασπεδου του ιματιου αυτου και οσοι ηψαντο διεσωθησαν |
[36]καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν. |