|
|
| [1]καὶ μεθ᾽ ἡμέρας ἓξ παραλαμβάνει ὁ ἰησοῦς τὸν πέτρον καὶ ἰάκωβον καὶ ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾽ ἰδίαν. |
[1]And after six days, Jesus took Peter, and James, and John his brother, and brought them up into an high mountain apart, |
| [2]καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς. |
[2]And was transfigured before them: and his face did shine as the sun, and his clothes were as white as the light. |
| [3]καὶ ἰδοὺ ὤφθη αὐτοῖς μωϊσῆς καὶ ἠλίας συλλαλοῦντες μετ᾽ αὐτοῦ. |
[3]And behold, there appeared unto them Moses, and Elijah, talking with him. |
| [4]ἀποκριθεὶς δὲ ὁ πέτρος εἶπεν τῶ ἰησοῦ, κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσω ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ μωϊσεῖ μίαν καὶ ἠλίᾳ μίαν. |
[4]Then answered Peter, and said to Jesus, Master, it is good for us to be here: if thou wilt, let us make here three tabernacles, one for thee, and one for Moses, and one for Elijah. |
| [5]ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα, οὖτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· ἀκούετε αὐτοῦ. |
[5]While he yet spake, behold, a bright cloud shadowed them: and behold, there came a voice out of the cloud, saying, This is my beloved Son, in whom I am well pleased: hear him. |
| [6]καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. |
[6]And when the disciples heard that, they fell on their faces and were sore afraid. |
| [7]καὶ προσῆλθεν ὁ ἰησοῦς καὶ ἁψάμενος αὐτῶν εἶπεν, ἐγέρθητε καὶ μὴ φοβεῖσθε. |
[7]Then Jesus came and touched them, and said, Arise, and be not afraid. |
| [8]ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ αὐτὸν ἰησοῦν μόνον. |
[8]And when they lifted up their eyes, they saw no man, save Jesus only. |
| [9]καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ ἰησοῦς λέγων, μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὖ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἐγερθῇ. |
[9]And as they came down from the mountain, Jesus charged them, saying, Show the vision to no man, until the Son of man rise again from the dead. |
| [10]καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ λέγοντες, τί οὗν οἱ γραμματεῖς λέγουσιν ὅτι ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; |
[10]And his disciples asked him, saying, Why then say the Scribes that Elijah must first come? |
| [11]ὁ δὲ ἀποκριθεὶς εἶπεν, ἠλίας μὲν ἔρχεται καὶ ἀποκαταστήσει πάντα· |
[11]And Jesus answered, and said unto them, Certainly Elijah must first come, and restore all things. |
| [12]λέγω δὲ ὑμῖν ὅτι ἠλίας ἤδη ἦλθεν, καὶ οὐκ ἐπέγνωσαν αὐτὸν ἀλλὰ ἐποίησαν ἐν αὐτῶ ὅσα ἠθέλησαν· οὕτως καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ᾽ αὐτῶν. |
[12]But I say unto you, that Elijah is come already, and they knew him not, but have done unto him whatsoever they would: likewise shall also the Son of man suffer of them. |
| [13]τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς. |
[13]Then the disciples perceived that he spake unto them of John Baptist. |
| [14]καὶ ἐλθόντων πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῶ ἄνθρωπος γονυπετῶν αὐτὸν |
[14]And when they were come to the multitude, there came to him a certain man, and kneeled down to him. |
| [15]καὶ λέγων, κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. |
[15]And said, Master, have pity on my son: for he is lunatic, and is sore vexed: for oft times he falleth into the fire, and oft times into the water. |
| [16]καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. |
[16]And I brought him to thy disciples, and they could not heal him. |
| [17]ἀποκριθεὶς δὲ ὁ ἰησοῦς εἶπεν, ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε μεθ᾽ ὑμῶν ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. |
[17]Then Jesus answered, and said, O generation, faithless, and crooked, how long now shall I be with you! how long now shall I suffer you! bring him thither to me. |
| [18]καὶ ἐπετίμησεν αὐτῶ ὁ ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ᾽ αὐτοῦ τὸ δαιμόνιον· καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. |
[18]And Jesus rebuked the devil, and he went out of him: and the child was healed at that hour. |
| [19]τότε προσελθόντες οἱ μαθηταὶ τῶ ἰησοῦ κατ᾽ ἰδίαν εἶπον, διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; |
[19]Then came the disciples to Jesus apart, and said, Why could not we cast him out? |
| [20]ὁ δὲ λέγει αὐτοῖς, διὰ τὴν ὀλιγοπιστίαν ὑμῶν· ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῶ ὄρει τούτῳ, μετάβα ἔνθεν ἐκεῖ, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. |
[20]And Jesus said unto them, Because of your unbelief: for Verily I say unto you, if ye have faith as much as is a grain of mustard seed, ye shall say unto this mountain, Remove hence to yonder place, and it shall remove: and nothing shall be impossible unto you. |
| [21]Howbeit this kind goeth not out, but by prayer and fasting. |
| [22]συστρεφομένων δὲ αὐτῶν ἐν τῇ γαλιλαίᾳ εἶπεν αὐτοῖς ὁ ἰησοῦς, μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων, |
[22]And as they abode in Galilee, Jesus said unto them, The Son of man shall be delivered into the hands of men, |
| [23]καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. καὶ ἐλυπήθησαν σφόδρα. |
[23]And they shall kill him, but the third day shall he rise again: and they were very sorry. |
| [24]ἐλθόντων δὲ αὐτῶν εἰς καφαρναοὺμ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῶ πέτρῳ καὶ εἶπαν, ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ [τὰ] δίδραχμα; |
[24]And when they were come to Capernaum, they that received poll money, came to Peter, and said, Doth not your Master pay tribute? |
| [25]λέγει, ναί. καὶ ἐλθόντα εἰς τὴν οἰκίαν προέφθασεν αὐτὸν ὁ ἰησοῦς λέγων, τί σοι δοκεῖ, σίμων; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων; |
[25]He said, Yes. And when he was come into the house, Jesus prevented him, saying, What thinkest thou, Simon? Of whom do the Kings of the earth take tribute, or poll money? of their children, or of strangers? |
| [26]εἰπόντος δέ, ἀπὸ τῶν ἀλλοτρίων, ἔφη αὐτῶ ὁ ἰησοῦς, ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί. |
[26]Peter said unto him, Of strangers. Then said Jesus unto him, Then are the children free. |
| [27]ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς θάλασσαν βάλε ἄγκιστρον καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ. |
[27]Nevertheless, lest we should offend them: go to the sea, and cast in an angle, and take the first fish that cometh up, and when you hast opened his mouth, thou shalt find a piece of twenty pence: that take, and give it unto them for me and thee. |