|
|
| [1]τοῦ δὲ ἰησοῦ γεννηθέντος ἐν βηθλέεμ τῆς ἰουδαίας ἐν ἡμέραις ἡρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς ἱεροσόλυμα |
[1]Therfor whanne Jhesus was borun in Bethleem of Juda, in the daies of king Eroude, lo! astromyenes camen fro the eest to Jerusalem, |
| [2]λέγοντες, ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῶ. |
[2]and seiden, Where is he, that is borun king of Jewis? for we han seyn his sterre in the eest, and we comen to worschipe him. |
| [3]ἀκούσας δὲ ὁ βασιλεὺς ἡρῴδης ἐταράχθη καὶ πᾶσα ἱεροσόλυμα μετ᾽ αὐτοῦ, |
[3]But king Eroude herde, and was trublid, and al Jerusalem with hym. |
| [4]καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ᾽ αὐτῶν ποῦ ὁ χριστὸς γεννᾶται. |
[4]And he gaderide to gidre alle the prynces of prestis, and scribis of the puple, and enqueride of hem, where Crist shulde be borun. |
| [5]οἱ δὲ εἶπαν αὐτῶ, ἐν βηθλέεμ τῆς ἰουδαίας· οὕτως γὰρ γέγραπται διὰ τοῦ προφήτου· |
[5]And thei seiden to hym, In Bethleem of Juda; for so it is writun bi a profete, |
| [6]καὶ σύ, βηθλέεμ γῆ ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν ἰσραήλ. |
[6]And thou, Bethleem, the lond of Juda, art not the leest among the prynces of Juda; for of thee a duyk schal go out, that schal gouerne my puple of Israel. |
| [7]τότε ἡρῴδης λάθρᾳ καλέσας τοὺς μάγους ἠκρίβωσεν παρ᾽ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος, |
[7]Thanne Eroude clepide pryueli the astromyens, and lernyde bisili of hem the tyme of the sterre that apperide to hem. |
| [8]καὶ πέμψας αὐτοὺς εἰς βηθλέεμ εἶπεν, πορευθέντες ἐξετάσατε ἀκριβῶς περὶ τοῦ παιδίου· ἐπὰν δὲ εὕρητε ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῶ. |
[8]And he sente hem in to Bethleem, and seide, Go ye, and axe ye bisili of the child, and whanne yee han foundun, telle ye it to me, that Y also come, and worschipe hym. |
| [9]οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν, καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ προῆγεν αὐτοὺς ἕως ἐλθὼν ἐστάθη ἐπάνω οὖ ἦν τὸ παιδίον. |
[9]And whanne thei hadden herd the kyng, thei wenten forth. And lo! the sterre, that thei siyen in the eest, wente bifore hem, til it cam, and stood aboue, where the child was. |
| [10]ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα. |
[10]And thei siyen the sterre, and ioyeden with a ful greet ioye. |
| [11]καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῶ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῶ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν. |
[11]And thei entriden in to the hous, and founden the child with Marie, his modir; and thei felden doun, and worschipiden him. And whanne thei hadden openyd her tresouris, thei offryden to hym yiftis, gold, encense, and myrre. |
| [12]καὶ χρηματισθέντες κατ᾽ ὄναρ μὴ ἀνακάμψαι πρὸς ἡρῴδην, δι᾽ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν. |
[12]And whanne thei hadden take an aunswere in sleep, that thei schulden not turne ayen to Eroude, thei turneden ayen bi anothir weie in to her cuntrey. |
| [13]ἀναχωρησάντων δὲ αὐτῶν ἰδοὺ ἄγγελος κυρίου φαίνεται κατ᾽ ὄναρ τῶ ἰωσὴφ λέγων, ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ ἡρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό. |
[13]And whanne thei weren goon, lo! the aungel of the Lord apperide to Joseph in sleep, and seide, Rise vp, and take the child and his modir, and fle in to Egipt, and be thou there, til that I seie to thee; for it is to come, that Eroude seke the child, to destrie hym. |
| [14]ὁ δὲ ἐγερθεὶς παρέλαβεν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς αἴγυπτον, |
[14]And Joseph roos, and took the child and his modir bi nyyt, and wente in to Egipt, |
| [15]καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς ἡρῴδου· ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος, ἐξ αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. |
[15]and he was there to the deeth of Eroude; that it schulde be fulfillid, that was seid of the Lord bi the profete, seiynge, Fro Egipt Y haue clepid my sone. |
| [16]τότε ἡρῴδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλεν πάντας τοὺς παῖδας τοὺς ἐν βηθλέεμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσεν παρὰ τῶν μάγων. |
[16]Thanne Eroude seynge that he was disseyued of the astromyens, was ful wrooth; and he sente, and slowe alle the children, that weren in Bethleem, and in alle the coostis therof, fro two yeer age and with inne, aftir the tyme that he had enquerid of the astromyens. |
| [17]τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ ἰερεμίου τοῦ προφήτου λέγοντος, |
[17]Thanne `it was fulfillid, that was seid bi Jeremye, the profete, |
| [18]φωνὴ ἐν ῥαμὰ ἠκούσθη, κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελεν παρακληθῆναι, ὅτι οὐκ εἰσίν. |
[18]seiynge, A vois was herd an hiy, wepynge and moche weilyng, Rachel biwepynge hir sones, and she wolde not be coumfortid, for thei ben noyt. |
| [19]τελευτήσαντος δὲ τοῦ ἡρῴδου ἰδοὺ ἄγγελος κυρίου φαίνεται κατ᾽ ὄναρ τῶ ἰωσὴφ ἐν αἰγύπτῳ |
[19]But whanne Eroude was deed, loo! the aungel of the Lord apperide to Joseph in sleep in Egipt, |
| [20]λέγων, ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν ἰσραήλ, τεθνήκασιν γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου. |
[20]and seide, Ryse vp, and take the child and his modir, and go in to the lond of Israel; for thei that souyten the lijf of the chijld ben deed. |
| [21]ὁ δὲ ἐγερθεὶς παρέλαβεν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ εἰσῆλθεν εἰς γῆν ἰσραήλ. |
[21]Joseph roos, and took the child and his modir, and cam in to the loond of Israel. |
| [22]ἀκούσας δὲ ὅτι ἀρχέλαος βασιλεύει τῆς ἰουδαίας ἀντὶ τοῦ πατρὸς αὐτοῦ ἡρῴδου ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατ᾽ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς γαλιλαίας, |
[22]And he herde that Archilaus regnede in Judee for Eroude, his fadir, and dredde to go thidir. And he was warned in sleep, and wente in to the parties of Galilee; |
| [23]καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην ναζαρέτ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν ὅτι ναζωραῖος κληθήσεται. |
[23]and cam, and dwelte in a citee, that ys clepid Nazareth, that it shulde be fulfillid, that was seid bi profetis, For he shal be clepid a Nazarey. |