|
|
| [1]ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ· |
[1]ομοια γαρ εστιν η βασιλεια των ουρανων ανθρωπω οικοδεσποτη οστις εξηλθεν αμα πρωι μισθωσασθαι εργατας εις τον αμπελωνα αυτου |
| [2]συμφωνήσας δὲ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. |
[2]συμφωνησας δε μετα των εργατων εκ δηναριου την ημεραν απεστειλεν αυτους εις τον αμπελωνα αυτου |
| [3]καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς· |
[3]και εξελθων περι τριτην ωραν ειδεν αλλους εστωτας εν τη αγορα αργους |
| [4]καὶ ἐκείνοις εἶπεν, ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν. |
[4]και εκεινοις ειπεν υπαγετε και υμεις εις τον αμπελωνα και ο εαν η δικαιον δωσω υμιν |
| [5]οἱ δὲ ἀπῆλθον. πάλιν [δὲ] ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως. |
[5]οι δε απηλθον παλιν [δε] εξελθων περι εκτην και ενατην ωραν εποιησεν ωσαυτως |
| [6]περὶ δὲ τὴν ἑνδεκάτην ἐξελθὼν εὖρεν ἄλλους ἑστῶτας, καὶ λέγει αὐτοῖς, τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; |
[6]περι δε την ενδεκατην εξελθων ευρεν αλλους εστωτας και λεγει αυτοις τι ωδε εστηκατε ολην την ημεραν αργοι |
| [7]λέγουσιν αὐτῶ, ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς, ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα. |
[7]λεγουσιν αυτω οτι ουδεις ημας εμισθωσατο λεγει αυτοις υπαγετε και υμεις εις τον αμπελωνα |
| [8]ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῶ ἐπιτρόπῳ αὐτοῦ, κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. |
[8]οψιας δε γενομενης λεγει ο κυριος του αμπελωνος τω επιτροπω αυτου καλεσον τους εργατας και αποδος αυτοις τον μισθον αρξαμενος απο των εσχατων εως των πρωτων |
| [9]καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον. |
[9]ελθοντες δε και ελθοντες οι περι την ενδεκατην ωραν ελαβον ανα δηναριον |
| [10]καὶ ἐλθόντες οἱ πρῶτοι ἐνόμισαν ὅτι πλεῖον λήμψονται· καὶ ἔλαβον [τὸ] ἀνὰ δηνάριον καὶ αὐτοί. |
[10]και ελθοντες οι πρωτοι ενομισαν οτι πλειον λημψονται και ελαβον [το] ανα δηναριον και αυτοι |
| [11]λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου |
[11]λαβοντες δε εγογγυζον κατα του οικοδεσποτου |
| [12]λέγοντες, οὖτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. |
[12]λεγοντες ουτοι οι εσχατοι μιαν ωραν εποιησαν και ισους αυτους ημιν ημιν αυτους εποιησας τοις βαστασασιν το βαρος της ημερας και τον καυσωνα |
| [13]ὁ δὲ ἀποκριθεὶς ἑνὶ αὐτῶν εἶπεν, ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι; |
[13]ο δε αποκριθεις ενι αυτων ειπεν εταιρε ουκ αδικω σε ουχι δηναριου συνεφωνησας μοι |
| [14]ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῶ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί. |
[14]αρον το σον και υπαγε θελω δε τουτω τω εσχατω δουναι ως και σοι |
| [15][ἢ] οὐκ ἔξεστίν μοι ὃ θέλω ποιῆσαι ἐν τοῖς ἐμοῖς; ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι; |
[15][η] ουκ εξεστιν μοι ο θελω ποιησαι εν τοις εμοις η ο οφθαλμος σου πονηρος εστιν οτι εγω αγαθος ειμι |
| [16]οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ἔσχατοι. |
[16]ουτως εσονται οι εσχατοι πρωτοι και οι πρωτοι εσχατοι |
| [17]καὶ ἀναβαίνων ὁ ἰησοῦς εἰς ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα [μαθητὰς] κατ᾽ ἰδίαν, καὶ ἐν τῇ ὁδῶ εἶπεν αὐτοῖς, |
[17]μελλων δε αναβαινειν και αναβαινων ο ιησους εις ιεροσολυμα παρελαβεν τους δωδεκα [μαθητας] κατ ιδιαν και εν τη οδω ειπεν αυτοις |
| [18]ἰδοὺ ἀναβαίνομεν εἰς ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, |
[18]ιδου αναβαινομεν εις ιεροσολυμα και ο υιος του ανθρωπου παραδοθησεται τοις αρχιερευσιν και γραμματευσιν και κατακρινουσιν αυτον [θανατω] θανατω |
| [19]καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. |
[19]και παραδωσουσιν αυτον τοις εθνεσιν εις το εμπαιξαι και μαστιγωσαι και σταυρωσαι και τη τριτη ημερα εγερθησεται |
| [20]τότε προσῆλθεν αὐτῶ ἡ μήτηρ τῶν υἱῶν ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι ἀπ᾽ αὐτοῦ. |
[20]τοτε προσηλθεν αυτω η μητηρ των υιων ζεβεδαιου μετα των υιων αυτης προσκυνουσα και αιτουσα τι απ αυτου |
| [21]ὁ δὲ εἶπεν αὐτῇ, τί θέλεις; λέγει αὐτῶ, εἰπὲ ἵνα καθίσωσιν οὖτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου. |
[21]ο δε ειπεν αυτη τι θελεις λεγει αυτω ειπε ινα καθισωσιν ουτοι οι δυο υιοι μου εις εκ δεξιων σου και εις εξ ευωνυμων σου εν τη βασιλεια σου |
| [22]ἀποκριθεὶς δὲ ὁ ἰησοῦς εἶπεν, οὐκ οἴδατε τί αἰτεῖσθε· δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν; λέγουσιν αὐτῶ, δυνάμεθα. |
[22]αποκριθεις δε ο ιησους ειπεν ουκ οιδατε τι αιτεισθε δυνασθε πιειν το ποτηριον ο εγω μελλω πινειν λεγουσιν αυτω δυναμεθα |
| [23]λέγει αὐτοῖς, τὸ μὲν ποτήριόν μου πίεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν [τοῦτο] δοῦναι, ἀλλ᾽ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου. |
[23]λεγει αυτοις το μεν ποτηριον μου πιεσθε το δε καθισαι εκ δεξιων μου και εξ ευωνυμων ουκ εστιν εμον [τουτο] δουναι αλλ οις ητοιμασται υπο του πατρος μου |
| [24]καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν. |
[24]και ακουσαντες οι δεκα ηγανακτησαν περι των δυο αδελφων |
| [25]ὁ δὲ ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν, οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν. |
[25]ο δε ιησους προσκαλεσαμενος αυτους ειπεν οιδατε οτι οι αρχοντες των εθνων κατακυριευουσιν αυτων και οι μεγαλοι κατεξουσιαζουσιν αυτων |
| [26]οὐχ οὕτως ἔσται ἐν ὑμῖν· ἀλλ᾽ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἔσται ὑμῶν διάκονος, |
[26]ουχ ουτως εστιν εσται εν υμιν αλλ ος αν εαν θελη εν υμιν μεγας γενεσθαι εσται υμων διακονος |
| [27]καὶ ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ἔσται ὑμῶν δοῦλος· |
[27]και ος αν θελη εν υμιν ειναι πρωτος εσται υμων δουλος |
| [28]ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. |
[28]ωσπερ ο υιος του ανθρωπου ουκ ηλθεν διακονηθηναι αλλα διακονησαι και δουναι την ψυχην αυτου λυτρον αντι πολλων |
| [29]καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ ἰεριχὼ ἠκολούθησεν αὐτῶ ὄχλος πολύς. |
[29]και εκπορευομενων αυτων απο ιεριχω ηκολουθησεν αυτω οχλος πολυς |
| [30]καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι ἰησοῦς παράγει, ἔκραξαν λέγοντες, ἐλέησον ἡμᾶς, [κύριε], υἱὸς δαυίδ. |
[30]και ιδου δυο τυφλοι καθημενοι παρα την οδον ακουσαντες οτι ιησους παραγει εκραξαν λεγοντες κυριε ελεησον ημας ελεησον ημας [κυριε] υιος δαυιδ |
| [31]ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζον ἔκραξαν λέγοντες, ἐλέησον ἡμᾶς, κύριε, υἱὸς δαυίδ. |
[31]ο δε οχλος επετιμησεν αυτοις ινα σιωπησωσιν οι δε μειζον εκραξαν λεγοντες κυριε ελεησον ημας ελεησον ημας κυριε υιος δαυιδ |
| [32]καὶ στὰς ὁ ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν, τί θέλετε ποιήσω ὑμῖν; |
[32]και στας [ο] ο ιησους εφωνησεν αυτους και ειπεν τι θελετε ποιησω υμιν |
| [33]λέγουσιν αὐτῶ, κύριε, ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν. |
[33]λεγουσιν αυτω κυριε ινα ανοιγωσιν οι οφθαλμοι ημων |
| [34]σπλαγχνισθεὶς δὲ ὁ ἰησοῦς ἥψατο τῶν ὀμμάτων αὐτῶν, καὶ εὐθέως ἀνέβλεψαν καὶ ἠκολούθησαν αὐτῶ. |
[34]σπλαγχνισθεις δε ο ιησους ηψατο των ομματων αυτων και ευθεως ανεβλεψαν και ηκολουθησαν αυτω |