«
Nestle-Aland Greek NT (1993)
N/A GNT
Wycliffe's English Translation (1388)
Wyc
[1]καὶ ὅτε ἤγγισαν εἰς ἱεροσόλυμα καὶ ἦλθον εἰς βηθφαγὴ εἰς τὸ ὄρος τῶν ἐλαιῶν, τότε ἰησοῦς ἀπέστειλεν δύο μαθητὰς [1]And whanne Jhesus cam nyy to Jerusalem, and cam to Bethfage, at the mount of Olyuete, thanne sente he his twei disciplis, and seide to hem,
[2]λέγων αὐτοῖς, πορεύεσθε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ᾽ αὐτῆς· λύσαντες ἀγάγετέ μοι. [2]Go ye in to the castel that is ayens you, and anoon ye schulen fynde an asse tied, and a colt with hir; vntien ye, and brynge to me.
[3]καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι ὁ κύριος αὐτῶν χρείαν ἔχει· εὐθὺς δὲ ἀποστελεῖ αὐτούς. [3]And if ony man seie to you ony thing, seie ye, that the Lord hath nede to hem; and anoon he schal leeue hem.
[4]τοῦτο δὲ γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος, [4]Al this was doon, that that thing schulde be fulfillid, that was seid bi the prophete, seiynge, Seie ye to the douyter of Syon, Lo!
[5]εἴπατε τῇ θυγατρὶ σιών, ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι, πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον, καὶ ἐπὶ πῶλον υἱὸν ὑποζυγίου. [5]thi kyng cometh to thee, meke, sittynge on an asse, and a fole of an asse vnder yok.
[6]πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς συνέταξεν αὐτοῖς ὁ ἰησοῦς [6]And the disciplis yeden, and diden as Jhesus comaundide hem.
[7]ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον, καὶ ἐπέθηκαν ἐπ᾽ αὐτῶν τὰ ἱμάτια, καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν. [7]And thei brouyten an asse, and the fole, and leiden her clothis on hem, and maden hym sitte aboue.
[8]ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῶ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῶ. [8]And ful myche puple strewiden her clothis in the weie; othere kittiden braunchis of trees, and strewiden in the weie.
[9]οἱ δὲ ὄχλοι οἱ προάγοντες αὐτὸν καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες, ὡσαννὰ τῶ υἱῶ δαυίδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· ὡσαννὰ ἐν τοῖς ὑψίστοις. [9]And the puple that wente bifore, and that sueden, crieden, and seiden, Osanna to the sone of Dauid; blessid is he that cometh in the name of the Lord; Osanna in hiy thingis.
[10]καὶ εἰσελθόντος αὐτοῦ εἰς ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα, τίς ἐστιν οὖτος; [10]And whanne he was entrid in to Jerusalem, al the citee was stirid, and seide, Who is this?
[11]οἱ δὲ ὄχλοι ἔλεγον, οὖτός ἐστιν ὁ προφήτης ἰησοῦς ὁ ἀπὸ ναζαρὲθ τῆς γαλιλαίας. [11]But the puple seide, This is Jhesus, the prophete, of Nazareth of Galilee.
[12]καὶ εἰσῆλθεν ἰησοῦς εἰς τὸ ἱερόν, καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῶ ἱερῶ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς, [12]And Jhesus entride in to the temple of God, and castide out of the temple alle that bouyten and solden; and he turnede vpsedoun the bordis of chaungeris, and the chayeris of men that solden culueris.
[13]καὶ λέγει αὐτοῖς, γέγραπται, ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ποιεῖτε σπήλαιον λῃστῶν. [13]And he seith to hem, It is writun, Myn hous schal be clepid an hous of preier; but ye han maad it a denne of theues.
[14]καὶ προσῆλθον αὐτῶ τυφλοὶ καὶ χωλοὶ ἐν τῶ ἱερῶ, καὶ ἐθεράπευσεν αὐτούς. [14]And blynde and crokid camen to hym in the temple, and he heelide hem.
[15]ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησεν καὶ τοὺς παῖδας τοὺς κράζοντας ἐν τῶ ἱερῶ καὶ λέγοντας, ὡσαννὰ τῶ υἱῶ δαυίδ, ἠγανάκτησαν [15]But the princis of prestis and scribis, seynge the merueilouse thingis that he dide, and children criynge in the temple, and seiynge, Osanna to the sone of Dauid, hadden indignacioun,
[16]καὶ εἶπαν αὐτῶ, ἀκούεις τί οὖτοι λέγουσιν; ὁ δὲ ἰησοῦς λέγει αὐτοῖς, ναί· οὐδέποτε ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; [16]and seiden to hym, Herist thou what these seien? And Jhesus seide to hem, Yhe; whether ye han neuer redde, That of the mouth of yonge children, and of soukynge childryn, thou hast maad perfit heriyng?
[17]καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς βηθανίαν, καὶ ηὐλίσθη ἐκεῖ. [17]And whanne he hadde left hem, he wente forth out of the citee, in to Bethanye; and there he dwelte, and tauyte hem of the kyngdom of God.
[18]πρωῒ δὲ ἐπανάγων εἰς τὴν πόλιν ἐπείνασεν. [18]But on the morowe, he, turnynge ayen in to the citee, hungride.
[19]καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπ᾽ αὐτήν, καὶ οὐδὲν εὖρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον, καὶ λέγει αὐτῇ, μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ. [19]And he saye a fige tree bisidis the weie, and cam to it, and foond no thing ther ynne but leeues oneli. And he seide to it, Neuer fruyt come forth of thee, in to with outen eende, And anoon the fige tre was dried vp.
[20]καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες, πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ; [20]And disciplis `sawen, and wondriden, seiynge, Hou anoon it driede.
[21]ἀποκριθεὶς δὲ ὁ ἰησοῦς εἶπεν αὐτοῖς, ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῶ ὄρει τούτῳ εἴπητε, ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται· [21]And Jhesus answeride, and seide to hem, Treuli Y seie to you, if ye haue feith, and douten not, not oonli ye schulen do of the fige tree, but also if ye seyn to this hil, Take, and caste thee in to the see, it schal be don so.
[22]καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες λήμψεσθε. [22]And alle thingis what euere ye bileuynge schulen axe in preyer, ye schulen take.
[23]καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῶ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες, ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην; [23]And whanne he cam in to the temple, the princis of prestis and elder men of the puple camen to hym that tauyte, and seiden, In what power doist thou these thingis? and who yaf thee this power?
[24]ἀποκριθεὶς δὲ ὁ ἰησοῦς εἶπεν αὐτοῖς, ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ· [24]Jhesus answeride, and seide to hem, And Y schal axe you o word, the which if ye tellen me, Y schal seie to you, in what power Y do these thingis.
[25]τὸ βάπτισμα τὸ ἰωάννου πόθεν ἦν; ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες, ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν, διὰ τί οὗν οὐκ ἐπιστεύσατε αὐτῶ; [25]Of whennys was the baptym of Joon; of heuene, or of men? And thei thouyten with ynne hem silf,
[26]ἐὰν δὲ εἴπωμεν, ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον, πάντες γὰρ ὡς προφήτην ἔχουσιν τὸν ἰωάννην. [26]seiynge, If we seien of heuene, he schal seie to vs, Whi thanne bileuen ye not to hym? If we seien of men, we dreden the puple, for alle hadden Joon as a prophete.
[27]καὶ ἀποκριθέντες τῶ ἰησοῦ εἶπαν, οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός, οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. [27]And thei answeriden to Jhesu, and seiden, We witen not. And he seide to hem, Nether Y seie to you, in what power Y do these thingis.
[28]τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπος εἶχεν τέκνα δύο. καὶ προσελθὼν τῶ πρώτῳ εἶπεν, τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῶ ἀμπελῶνι. [28]But what semeth to you? A man hadde twey sones; and he cam to the firste, and seide, Sone, go worche this dai in my vyneyerd.
[29]ὁ δὲ ἀποκριθεὶς εἶπεν, οὐ θέλω, ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθεν. [29]And he answeride, and seide, Y nyle; but afterward he forthouyte, and wente forth.
[30]προσελθὼν δὲ τῶ ἑτέρῳ εἶπεν ὡσαύτως. ὁ δὲ ἀποκριθεὶς εἶπεν, ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθεν. [30]But he cam to `the tother, and seide on lijk maner. And he answeride, and seide, Lord, Y go; and he wente not.
[31]τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός; λέγουσιν, ὁ πρῶτος. λέγει αὐτοῖς ὁ ἰησοῦς, ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ. [31]Who of the tweyne dide the fadris wille? Thei seien to hym, The firste. Jhesus seith to hem, Treuli Y seie to you, for pupplicans and hooris schulen go bifor you `in to the kyngdom of God.
[32]ἦλθεν γὰρ ἰωάννης πρὸς ὑμᾶς ἐν ὁδῶ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῶ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῶ· ὑμεῖς δὲ ἰδόντες οὐδὲ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῶ. [32]For Joon cam to you in the weie of riytwisnesse, and ye bileueden not to him; but pupplicans and hooris bileueden to hym. But ye sayn, and hadden no forthenkyng aftir, that ye bileueden to hym.
[33]ἄλλην παραβολὴν ἀκούσατε. ἄνθρωπος ἦν οἰκοδεσπότης ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῶ περιέθηκεν καὶ ὤρυξεν ἐν αὐτῶ ληνὸν καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. [33]Here ye another parable. There was an hosebonde man, that plauntide a vynyerd, and heggide it aboute, and dalfe a presour ther ynne, and bildide a tour, and hiride it to erthe tilieris, and wente fer in pilgrimage.
[34]ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλεν τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ. [34]But whanne the tyme of fruytis neiyede, he sente his seruauntis to the erthe tilieris, to take fruytis of it.
[35]καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. [35]And the erthetilieris token his seruauntis, and beeten `the toon, thei slowen another, and thei stonyden another.
[36]πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. [36]Eftsoone he sente othere seruauntis, mo than the firste, and in lijk maner thei diden to hem.
[37]ὕστερον δὲ ἀπέστειλεν πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων, ἐντραπήσονται τὸν υἱόν μου. [37]And at the laste he sente his sone to hem, and seide, Thei schulen drede my sone.
[38]οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς, οὖτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ σχῶμεν τὴν κληρονομίαν αὐτοῦ. [38]But the erthe tilieris, seynge the sone, seiden with ynne hem silf, This is the eire; come ye, sle we hym, and we schulen haue his eritage.
[39]καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν. [39]And thei token, and castiden hym out of the vynyerd, and slowen hym.
[40]ὅταν οὗν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; [40]Therfor whanne the lord of the vyneyerd schal come, what schal he do to thilke erthe tilieris?
[41]λέγουσιν αὐτῶ, κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῶ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. [41]Thei seien to hym, He schal leese yuele the yuele men, and he schal sette to hire his vyneyerd to othere erthetilieris, whyche schulen yelde to hym fruyt in her tymes.
[42]λέγει αὐτοῖς ὁ ἰησοῦς, οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὖτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν; [42]Jhesus seith to hem, Redden ye neuer in scripturis, The stoon which bilderis repreueden, this is maad in to the heed of the corner? Of the Lord this thing is don, and it is merueilous bifor oure iyen.
[43]διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ᾽ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. [43]Therfor Y seie to you, that the kyngdom of God schal be takun fro you, and shal be youun to a folc doynge fruytis of it.
[44][[καὶ ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται· ἐφ᾽ ὃν δ᾽ ἂν πέσῃ λικμήσει αὐτόν.]] [44]And he that schal falle on this stoon, schal be brokun; but on whom it schal falle, it schal al tobrise hym.
[45]καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει· [45]And whanne the princes of prestis and Farisees hadden herd hise parablis, thei knewen that he seide of hem.
[46]καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ἐφοβήθησαν τοὺς ὄχλους, ἐπεὶ εἰς προφήτην αὐτὸν εἶχον. [46]And thei souyten to holde hym, but thei dredden the puple, for thei hadden hym as a prophete.
Author: Eberhard Nestle (1851–1913), Kurt Aland (1915–1994), Barbara Aland (b. 1937), et al.
Source: sacred-texts.org

See information...
Author: John Wycliffe (1328 – 1384)
Top