|
|
| [1]καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ἰησοῦς πάντας τοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, |
[1]And it came to pass, when Jesus had concluded all these discourses, that he said to his disciples: |
| [2]οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι. |
[2]Ye know that after two days is the Passover; and the Son of man is betrayed to be crucified. |
| [3]τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου καϊάφα, |
[3]Then assembled the chief priests and the Scribes and the Elders of the people, at the hall of the high priest, who was called Caiaphas. |
| [4]καὶ συνεβουλεύσαντο ἵνα τὸν ἰησοῦν δόλῳ κρατήσωσιν καὶ ἀποκτείνωσιν· |
[4]And they held a counsel against Jesus, that they might take him by guile, and kill him. |
| [5]ἔλεγον δέ, μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῶ λαῶ. |
[5]But they said: Not on the festival, lest there be a commotion among the people. |
| [6]τοῦ δὲ ἰησοῦ γενομένου ἐν βηθανίᾳ ἐν οἰκίᾳ σίμωνος τοῦ λεπροῦ, |
[6]And when Jesus was at Bethany, in the house of Simon the leper, |
| [7]προσῆλθεν αὐτῶ γυνὴ ἔχουσα ἀλάβαστρον μύρου βαρυτίμου καὶ κατέχεεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἀνακειμένου. |
[7]there came to him a woman having a vase of aromatic ointment very precious, and she poured it on the head of Jesus as he was reclining. |
| [8]ἰδόντες δὲ οἱ μαθηταὶ ἠγανάκτησαν λέγοντες, εἰς τί ἡ ἀπώλεια αὕτη; |
[8]And when his disciples saw [it] they were displeased, and said: Why is this waste? |
| [9]ἐδύνατο γὰρ τοῦτο πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς. |
[9]For this [ointment] might have been sold for much, and have been given to the poor. |
| [10]γνοὺς δὲ ὁ ἰησοῦς εἶπεν αὐτοῖς, τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν ἠργάσατο εἰς ἐμέ· |
[10]But Jesus knew [their dissatisfaction], and said to them: Why trouble ye the woman? She hath performed a good deed towards me. |
| [11]πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε· |
[11]For the poor ye have at all times with you; but I am not with you always |
| [12]βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. |
[12]And this her act, pouring the ointment on my body, she hath done as it were for my burial. |
| [13]ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῶ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς. |
[13]Verily I say to you, That wherever this my gospel shall be proclaimed, in all the world, this thing that she hath done shall be told for a memorial of her. |
| [14]τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος ἰούδας ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς |
[14]Then one of the twelve, named Judas Iscariot, went to the chief priests, |
| [15]εἶπεν, τί θέλετέ μοι δοῦναι κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῶ τριάκοντα ἀργύρια. |
[15]and said to them: What will ye give me, if I will deliver him to you? And they promised him thirty pieces of silver. |
| [16]καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῶ. |
[16]And from that time he sought opportunity to betray him. |
| [17]τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῶ ἰησοῦ λέγοντες, ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα; |
[17]And on the first day of unleavened bread, the disciples came to Jesus, and said to him: Where wilt thou that we prepare for thee to eat the Passover? |
| [18]ὁ δὲ εἶπεν, ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῶ, ὁ διδάσκαλος λέγει, ὁ καιρός μου ἐγγύς ἐστιν· πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου. |
[18]And he said to them: Go ye into the city, to such a man, and say to him: Our Rabbi saith, My time approaches: with thee will I keep the Passover with my disciples |
| [19]καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ ἰησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα. |
[19]And his disciples did as Jesus directed them, and made ready the Passover. |
| [20]ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα. |
[20]And when it was evening, he reclined with his twelve disciples. |
| [21]καὶ ἐσθιόντων αὐτῶν εἶπεν, ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. |
[21]And as they were eating, he said: Verily I say to you, That one of you will betray me. |
| [22]καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῶ εἷς ἕκαστος, μήτι ἐγώ εἰμι, κύριε; |
[22]And it troubled them much. And they began each one of them to say to him; My Lord is it I? |
| [23]ὁ δὲ ἀποκριθεὶς εἶπεν, ὁ ἐμβάψας μετ᾽ ἐμοῦ τὴν χεῖρα ἐν τῶ τρυβλίῳ οὖτός με παραδώσει. |
[23]And he answered and said: One that dippeth his hand with me in the dish, he will betray me. |
| [24]ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῶ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὖ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῶ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. |
[24]And the Son of man goeth, as it is written of him: but woe to that man, by whom the Son of man is betrayed. It would have been better for that man, if he had not been born. |
| [25]ἀποκριθεὶς δὲ ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπεν, μήτι ἐγώ εἰμι, ῥαββί; λέγει αὐτῶ, σὺ εἶπας. |
[25]Judas the betrayer answered and said: Rabbi, is it I? Jesus said to him: Thou hast said. |
| [26]ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ ἰησοῦς ἄρτον καὶ εὐλογήσας ἔκλασεν καὶ δοὺς τοῖς μαθηταῖς εἶπεν, λάβετε φάγετε, τοῦτό ἐστιν τὸ σῶμά μου. |
[26]And as they were eating, Jesus took bread, and blessed, and brake; and gave to his disciples, and said: Take, eat; this is my body. |
| [27]καὶ λαβὼν ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων, πίετε ἐξ αὐτοῦ πάντες, |
[27]And he took the cup, and offered thanks and gave [it] to them, saying: Take, drink of this all of you. |
| [28]τοῦτο γάρ ἐστιν τὸ αἷμά μου τῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυννόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. |
[28]This is my blood of the new testament, which, in behalf of many, is shed for the remission of sins. |
| [29]λέγω δὲ ὑμῖν, οὐ μὴ πίω ἀπ᾽ ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ᾽ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου. |
[29]But I say to you, that I will henceforth not drink of this product of the vine, until the day in which I shall drink it with you new in the kingdom of God.
|
| [30]καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν. |
[30]And they sang praises, and went forth to the mount of Olives. |
| [31]τότε λέγει αὐτοῖς ὁ ἰησοῦς, πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ, πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης· |
[31]Then said Jesus to them: Ye will all be offended in me this night; for it is written, I will smite the shepherd, and the sheep of his flock will be dispersed. |
| [32]μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν γαλιλαίαν. |
[32]But after I am arisen, I will go before you into Galilee. |
| [33]ἀποκριθεὶς δὲ ὁ πέτρος εἶπεν αὐτῶ, εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι. |
[33]Cephas replied, and said to him: Though all men should be offended in thee, I will never be offended in thee. |
| [34]ἔφη αὐτῶ ὁ ἰησοῦς, ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με. |
[34]Jesus said to him: Verily I say to thee, That this night, before the cock crow, thou wilt thrice deny me. |
| [35]λέγει αὐτῶ ὁ πέτρος, κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπαν. |
[35]Cephas said to him: If I were to die with thee, I would not deny thee: and so also said all the disciples. |
| [36]τότε ἔρχεται μετ᾽ αὐτῶν ὁ ἰησοῦς εἰς χωρίον λεγόμενον γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς, καθίσατε αὐτοῦ ἕως [οὖ] ἀπελθὼν ἐκεῖ προσεύξωμαι. |
[36]Then came Jesus with them to a place called Gethsemane: and he said to his disciples, Sit ye here, while I go and pray. |
| [37]καὶ παραλαβὼν τὸν πέτρον καὶ τοὺς δύο υἱοὺς ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. |
[37]And he took Cephas and the two sons of Zebedee, and began to be dejected and sorrowful. |
| [38]τότε λέγει αὐτοῖς, περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ᾽ ἐμοῦ. |
[38]And he said to them: There is anguish in my soul, even unto death. Wait for me here; and watch with me. |
| [39]καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων, πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθάτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ᾽ ὡς σύ. |
[39]And retiring a little, he fell on his face, and prayed, and said: My Father, if it can be so, let this cup pass from me. Yet not as I choose, but as thou. |
| [40]καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῶ πέτρῳ, οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾽ ἐμοῦ; |
[40]And he came to his disciples, and found them asleep: and he said to Cephas: So! could ye not watch with me one hour? |
| [41]γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής. |
[41]Wake ye, and pray, lest ye fall into temptation. The mind is prepared, but the body is infirm. |
| [42]πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων, πάτερ μου, εἰ οὐ δύναται τοῦτο παρελθεῖν ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου. |
[42]Again he went away the second time, and prayed, and said: My Father, if it cannot be that this cup pass, except I drink it, thy will be done. |
| [43]καὶ ἐλθὼν πάλιν εὖρεν αὐτοὺς καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι. |
[43]And he came again and found them sleeping, for their eyes were heavy. |
| [44]καὶ ἀφεὶς αὐτοὺς πάλιν ἀπελθὼν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν πάλιν. |
[44]And he left them, and went again and prayed the third time, and used the same language. |
| [45]τότε ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ λέγει αὐτοῖς, καθεύδετε [τὸ] λοιπὸν καὶ ἀναπαύεσθε; ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. |
[45]Then he came to his disciples, and said to them: Sleep on now, and take rest. Behold, the hour is come: and the Son of man is betrayed into the hands of sinners. |
| [46]ἐγείρεσθε, ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με. |
[46]Arise, let us go. Behold, he that betrayeth me hath come. |
| [47]καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ἰούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετ᾽ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. |
[47]And while he was yet speaking, lo, Judas the betrayer, one of the twelve, arrived; and a great multitude with him, with swords and clubs, from the presence of the chief priests and elders of the people. |
| [48]ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων, ὃν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτόν. |
[48]And Judas the betrayer had given them a sign, saying: He it is, whom I shall kiss: him seize ye. |
| [49]καὶ εὐθέως προσελθὼν τῶ ἰησοῦ εἶπεν, χαῖρε, ῥαββί· καὶ κατεφίλησεν αὐτόν. |
[49]And forthwith he approached Jesus, and said: Hail, Rabbi; and kissed him. |
| [50]ὁ δὲ ἰησοῦς εἶπεν αὐτῶ, ἑταῖρε, ἐφ᾽ ὃ πάρει. τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν ἰησοῦν καὶ ἐκράτησαν αὐτόν. |
[50]And Jesus said to him: My friend, is it for this thou hast come? Then they came up, and laid their hands on Jesus, and took him. |
| [51]καὶ ἰδοὺ εἷς τῶν μετὰ ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. |
[51]And lo, one of them with Jesus stretched out his hand, and drew a sword, and smote a servant of the high priest, and cut off his ear. |
| [52]τότε λέγει αὐτῶ ὁ ἰησοῦς, ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τὸν τόπον αὐτῆς, πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρῃ ἀπολοῦνται. |
[52]Then Jesus said to him: Return the sword to its place; for all they that take swords, shall die by swords. |
| [53]ἢ δοκεῖς ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι ἄρτι πλείω δώδεκα λεγιῶνας ἀγγέλων; |
[53]Supposest thou that I cannot ask of my Father, and he now assign me more than twelve legions of angels? |
| [54]πῶς οὗν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι; |
[54]But how then would the scriptures be fulfilled, that thus it must be? |
| [55]ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ ἰησοῦς τοῖς ὄχλοις, ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; καθ᾽ ἡμέραν ἐν τῶ ἱερῶ ἐκαθεζόμην διδάσκων καὶ οὐκ ἐκρατήσατέ με. |
[55]At that time Jesus said to the multitude: Have ye come out, as against a cut-throat, with swords and clubs, to take me? I daily sat with you, and taught in the temple, and ye did not apprehend me. |
| [56]τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον. |
[56]And this occurred, that the writings of the prophets might be fulfilled. Then the disciples all forsook him and fled. |
| [57]οἱ δὲ κρατήσαντες τὸν ἰησοῦν ἀπήγαγον πρὸς καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν. |
[57]And they who apprehended Jesus carried him to Caiaphas the high priest, where the Scribes and Elders were assembled. |
| [58]ὁ δὲ πέτρος ἠκολούθει αὐτῶ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος. |
[58]And Simon Cephas followed after him at a distance, unto the high priest's hall, and entered, and sat with the servants within, that he might see the issue. |
| [59]οἱ δὲ ἀρχιερεῖς καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ ἰησοῦ ὅπως αὐτὸν θανατώσωσιν, |
[59]And the chief priests and the Elders and the whole assembly sought for witnesses against Jesus, that they might put him to death; |
| [60]καὶ οὐχ εὖρον πολλῶν προσελθόντων ψευδομαρτύρων. ὕστερον δὲ προσελθόντες δύο |
[60]and found them not. And many false witnesses came; and at last, two came forward, |
| [61]εἶπαν, οὖτος ἔφη, δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι. |
[61]and said: This man said, I can destroy the temple of God, and in three days rebuild it. |
| [62]καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῶ, οὐδὲν ἀποκρίνῃ; τί οὖτοί σου καταμαρτυροῦσιν; |
[62]And the high priest rose up and said to him: Respondest thou nothing? What do these testify against thee? |
| [63]ὁ δὲ ἰησοῦς ἐσιώπα. καὶ ὁ ἀρχιερεὺς εἶπεν αὐτῶ, ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ. |
[63]And Jesus was silent. And the high priest answered, and said to him: I adjure thee by the living God, that thou tell us whether thou art the Messiah, the Son of God. |
| [64]λέγει αὐτῶ ὁ ἰησοῦς, σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ᾽ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. |
[64]Jesus saith to him: Thou hast said. And I say to you, That hereafter ye will see the Son of man sitting on the right hand of power, and coming on the clouds of heaven. |
| [65]τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ λέγων, ἐβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν· |
[65]Then the high priest rent his clothes, and said: Behold, he hath blasphemed! Why therefore should we seek for witnesses? Behold, ye have now heard his blasphemy. |
| [66]τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπαν, ἔνοχος θανάτου ἐστίν. |
[66]What is your pleasure? They answered and said: He is liable to death. |
| [67]τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐράπισαν |
[67]Then they spit in his face, and buffeted him, and others smote him, |
| [68]λέγοντες, προφήτευσον ἡμῖν, χριστέ, τίς ἐστιν ὁ παίσας σε; |
[68]and said to him: Prophesy to us, thou Messiah, who is it smote thee? |
| [69]ὁ δὲ πέτρος ἐκάθητο ἔξω ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῶ μία παιδίσκη λέγουσα, καὶ σὺ ἦσθα μετὰ ἰησοῦ τοῦ γαλιλαίου. |
[69]And Cephas was sitting without in the hall, and a certain maid approached him, and said to him: Thou also wast with Jesus the Nazarean. |
| [70]ὁ δὲ ἠρνήσατο ἔμπροσθεν πάντων λέγων, οὐκ οἶδα τί λέγεις. |
[70]But he denied [it] before them all, and said: I know not what thou sayest. |
| [71]ἐξελθόντα δὲ εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει τοῖς ἐκεῖ, οὖτος ἦν μετὰ ἰησοῦ τοῦ ναζωραίου. |
[71]And as he went out into the porch, another maid saw him, and said to them: This man was also there with Jesus the Nazarean. |
| [72]καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον. |
[72]And again he denied, with oaths: I know not that man. |
| [73]μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῶ πέτρῳ, ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ. |
[73]And a little after, those standing [there] came up and said to Cephas: Certainly, thou too art one of them; and thy speech maketh thee manifest. |
| [74]τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον. καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν. |
[74]Then he began to imprecate and to swear, I know not that man. And in that hour the cock crew. |
| [75]καὶ ἐμνήσθη ὁ πέτρος τοῦ ῥήματος ἰησοῦ εἰρηκότος ὅτι πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με· καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς. |
[75]And Cephas remembered the declaration of Jesus, who said to him: Before the cock croweth, thou wilt three times deny me. And he went out, and wept bitterly. |