|
|
| [1]Πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν· |
[1]But whanne the morowtid was comun, alle the princis of prestis, and the eldre men of the puple token counsel ayens Jhesu, that thei schulden take hym to the deeth. |
| [2]καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ ⸀παρέδωκαν Πιλάτῳ τῷ ἡγεμόνι. |
[2]And thei ledden him boundun, and bitoken to Pilat of Pounce, iustice. |
| [3]Τότε ἰδὼν Ἰούδας ὁ ⸀παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη μεταμεληθεὶς ⸀ἔστρεψεν τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν ⸀καὶ πρεσβυτέροις |
[3]Thanne Judas that bitraiede hym, say that he was dampned, he repentide, and brouyte ayen the thretti pans to the princis of prestis, and to the elder men of the puple, |
| [4]λέγων· Ἥμαρτον παραδοὺς αἷμα ⸀ἀθῷον. οἱ δὲ εἶπαν· Τί πρὸς ἡμᾶς; σὺ ⸀ὄψῃ. |
[4]and seide, Y haue synned, bitraiynge riytful blood. And thei seiden, What to vs? bise thee. |
| [5]καὶ ῥίψας τὰ ἀργύρια ⸂εἰς τὸν ναὸν⸃ ἀνεχώρησεν, καὶ ἀπελθὼν ἀπήγξατο. |
[5]And whanne he hadde cast forth the siluer in the temple, he passide forth, and yede, and hongide hym silf with a snare. |
| [6]οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν· Οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν· |
[6]And the princis of prestis token the siluer, and seide, It is not leueful to putte it in to the treserie, for it is the prijs of blood. |
| [7]συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν Ἀγρὸν τοῦ Κεραμέως εἰς ταφὴν τοῖς ξένοις. |
[7]And whanne thei hadden take counsel, thei bouyten with it a feeld of a potter, in to biryyng of pilgrymys. |
| [8]διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος Ἀγρὸς Αἵματος ἕως τῆς σήμερον. |
[8]Herfor thilke feeld is clepid Acheldemac, that is, a feeld of blood, in to this dai. |
| [9]τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος· Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ, |
[9]Thanne that was fulfillid, that was seid bi the prophete Jeremye, seiynge, And thei han takun thretti pans, the prijs of a man preysid, whom thei preiseden of the children of Israel; |
| [10]καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέν μοι κύριος. |
[10]and thei yauen hem in to a feeld of a potter, as the Lord hath ordenyd to me. |
| [11]Ὁ δὲ Ἰησοῦς ⸀ἐστάθη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ Ἰησοῦς ⸀ἔφη· Σὺ λέγεις. |
[11]And Jhesus stood bifor the domesman; and the iustice axide him, and seide, Art thou king of Jewis? |
| [12]καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων ⸀καὶ πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο. |
[12]Jhesus seith to hym, Thou seist. And whanne he was accusid of the princis of prestis, and of the eldere men of the puple, he answeride no thing. |
| [13]τότε λέγει αὐτῷ ὁ Πιλᾶτος· Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν; |
[13]Thanne Pilat seith to him, Herist thou not, hou many witnessyngis thei seien ayens thee? |
| [14]καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν. |
[14]And he answeride not `to hym ony word, so that the iustice wondride greetli. |
| [15]Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον ὃν ἤθελον. |
[15]But for a solempne dai the iustice was wont to delyuere to the puple oon boundun, whom thei wolden. |
| [16]εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον ⸀Ἰησοῦν Βαραββᾶν. |
[16]And he hadde tho a famous man boundun, that was seid Barrabas. |
| [17]συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ Πιλᾶτος· Τίνα θέλετε ἀπολύσω ὑμῖν, ⸂Ἰησοῦν τὸν⸃ Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον χριστόν; |
[17]Therfor Pilate seide to hem, whanne thei weren to gidere, Whom wolen ye, that Y delyuere to you? whether Barabas, or Jhesu, that is seid Crist? |
| [18]ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν. |
[18]For he wiste, that bi enuye thei bitraieden hym. |
| [19]Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλεν πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ, πολλὰ γὰρ ἔπαθον σήμερον κατʼ ὄναρ διʼ αὐτόν. |
[19]And while he sat for domesman, his wijf sente to hym, and seide, No thing to thee and to that iust man; for Y haue suffrid this dai many thingis for hym, bi a visioun. |
| [20]Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν. |
[20]Forsothe the prince of prestis, and the eldere men counseiliden the puple, that thei schulden axe Barabas, but thei schulden distrye Jhesu. |
| [21]ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς· Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ εἶπαν· ⸀Τὸν Βαραββᾶν. |
[21]But the iustice answeride, and seide to hem, Whom of the tweyn wolen ye, that be delyuerit to you? And thei seiden, Barabas. |
| [22]λέγει αὐτοῖς ὁ Πιλᾶτος· Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον χριστόν; ⸀λέγουσιν πάντες· Σταυρωθήτω. |
[22]Pilat seith to hem, What thanne schal Y do of Jhesu, that is seid Crist? |
| [23]ὁ ⸀δὲ ἔφη· Τί γὰρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἔκραζον λέγοντες· Σταυρωθήτω. |
[23]Alle seien, `Be he crucified. The iustice seith to hem, What yuel hath he doon? And thei crieden more, and seiden, Be he crucified. |
| [24]Ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ⸀ἀπέναντι τοῦ ὄχλου λέγων· Ἀθῷός εἰμι ἀπὸ τοῦ ⸀αἵματος τούτου· ὑμεῖς ὄψεσθε. |
[24]And Pilat seynge that he profitide no thing, but that the more noyse was maad, took watir, and waischide hise hondis bifor the puple, and seide, Y am giltles of the blood of this riytful man; bise you. |
| [25]καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπεν· Τὸ αἷμα αὐτοῦ ἐφʼ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. |
[25]And al the puple answeride, and seide, His blood be on vs, and on oure children. |
| [26]τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ. |
[26]Thanne he deliuerede to hem Barabas, but he took to hem Jhesu scourgid, to be crucified. |
| [27]Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπʼ αὐτὸν ὅλην τὴν σπεῖραν. |
[27]Thanne knyytis of the iustice token Jhesu in the moot halle, and gadriden to hym al the cumpeny `of knyytis. |
| [28]καὶ ἐκδύσαντες αὐτὸν ⸂χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ⸃, |
[28]And thei vnclothiden hym, and diden aboute hym a reed mantil; |
| [29]καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ ⸂τῆς κεφαλῆς⸃ αὐτοῦ καὶ κάλαμον ⸂ἐν τῇ δεξιᾷ⸃ αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ⸀ἐνέπαιξαν αὐτῷ λέγοντες· Χαῖρε, ⸀βασιλεῦ τῶν Ἰουδαίων, |
[29]and thei foldiden a coroun of thornes, and putten on his heed, and a rehed in his riyt hoond; and thei kneliden bifore hym, and scornyden hym, and seiden, Heil, kyng of Jewis. |
| [30]καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. |
[30]And thei speten on hym, and tooken a rehed, and smoot his heed. |
| [31]καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι. |
[31]And aftir that thei hadden scorned him, thei vnclothiden hym of the mantil, and thei clothiden hym with hise clothis, and ledden hym to `crucifien hym. |
| [32]Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. |
[32]And as thei yeden out, thei founden a man of Cirenen comynge fro the toun, Symont bi name; thei constreyneden hym to take his cross. |
| [33]Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστιν ⸂Κρανίου Τόπος λεγόμενος⸃, |
[33]And thei camen in to a place that is clepid Golgatha, that is, the place of Caluarie. |
| [34]ἔδωκαν αὐτῷ πιεῖν ⸀οἶνον μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ⸀ἠθέλησεν πιεῖν. |
[34]And thei yauen hym to drynke wyne meynd with galle; and whanne he hadde tastid, he wolde not drynke. |
| [35]σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον, |
[35]And aftir that thei hadden crucified hym, thei departiden his clothis, and kesten lotte, to fulfille that is seid bi the prophete, seiynge, Thei partiden to hem my clothis, and on my clooth thei kesten lott. |
| [36]καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. |
[36]And thei seten, and kepten him; |
| [37]καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· Οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεὺς τῶν Ἰουδαίων. |
[37]and setten aboue his heed his cause writun, This is Jhesu of Nazareth, kyng of Jewis. |
| [38]Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων. |
[38]Thanne twey theues weren crucified with hym, oon on the riythalf, and oon on the lefthalf. |
| [39]οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν |
[39]And men that passiden forth blasfemeden hym, |
| [40]καὶ λέγοντες· Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ θεοῦ, ⸀κατάβηθι ἀπὸ τοῦ σταυροῦ. |
[40]mouynge her heedis, and seiynge, Vath to thee, that distriest the temple of God, and in the thridde dai bildist it ayen; saue thou thi silf; if thou art the sone of God, come doun of the cross. |
| [41]ὁμοίως ⸀καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ ⸀πρεσβυτέρων ἔλεγον· |
[41]Also and princis of prestis scornynge, with scribis and elder men, |
| [42]Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· ⸀βασιλεὺς Ἰσραήλ ἐστιν, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπʼ ⸀αὐτόν. |
[42]seiden, He made othere men saaf, he may not make hym silf saaf; if he is kyng of Israel, come he now doun fro the crosse, and we bileuen to hym; |
| [43]πέποιθεν ἐπὶ τὸν θεόν, ῥυσάσθω ⸀νῦν εἰ θέλει αὐτόν· εἶπεν γὰρ ὅτι Θεοῦ εἰμι υἱός. |
[43]he tristide in God; delyuer he hym now, if he wole; for he seide, That Y am Goddis sone. |
| [44]τὸ δʼ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες ⸀σὺν αὐτῷ ὠνείδιζον αὐτόν. |
[44]And the theues, that weren crucified with hym, vpbreididen hym of the same thing. |
| [45]Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. |
[45]But fro the sixte our derknessis weren maad on al the erthe, to the nynthe our. |
| [46]περὶ δὲ τὴν ἐνάτην ὥραν ⸀ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· ⸂Ἠλὶ ἠλὶ⸃ λεμὰ σαβαχθάνι; τοῦτʼ ἔστιν· Θεέ μου θεέ μου, ἱνατί με ἐγκατέλιπες; |
[46]And aboute the nynthe our Jhesus criede with a greet vois, and seide, Heli, Heli, lamazabatany, that is, My God, my God, whi hast thou forsake me? |
| [47]τινὲς δὲ τῶν ἐκεῖ ⸀ἑστηκότων ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος. |
[47]And summen that stoden there, and herynge, seiden, This clepith Helye. |
| [48]καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν. |
[48]And anoon oon of hem rennynge, took and fillide a spounge with vynegre, and puttide on a rehed, and yaf to hym to drynke. |
| [49]οἱ δὲ λοιποὶ ⸀ἔλεγον· Ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων ⸀αὐτόν. |
[49]But othir seiden, Suffre thou; se we whether Helie come to deliuer hym. |
| [50]ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκεν τὸ πνεῦμα. |
[50]Forsothe Jhesus eftsoone criede with a greet voyce, and yaf vp the goost. |
| [51]καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ⸂ἀπʼ ἄνωθεν ἕως κάτω εἰς δύο⸃, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν, |
[51]And lo! the veil of the temple was to-rent in twey parties, fro the hiest to the lowest. And the erthe schoke, and stoonus weren cloue; and birielis weren openyd, |
| [52]καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ⸀ἠγέρθησαν, |
[52]and many bodies of seyntis that hadden slepte, rysen vp. |
| [53]καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς. |
[53]And thei yeden out of her birielis, and aftir his resurreccioun thei camen in to the holi citee, and apperiden to many. |
| [54]Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετʼ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν ἰδόντες τὸν σεισμὸν καὶ τὰ ⸀γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες· Ἀληθῶς ⸂θεοῦ υἱὸς⸃ ἦν οὗτος. |
[54]And the centurien and thei that weren with hym kepinge Jhesu, whanne thei saien the erthe schakynge, and tho thingis that weren doon, thei dredden greetli, |
| [55]Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ· |
[55]and seiden, Verili this was Goddis sone. And ther weren there many wymmen afer, that sueden Jhesu fro Galilee, and mynystriden to hym. |
| [56]ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ ⸀Ἰωσὴφ μήτηρ καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου. |
[56]Among whiche was Marie Magdalene, and Marie, the modir of James, and of Joseph, and the modir of Zebedees sones. |
| [57]Ὀψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἁριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς ⸀ἐμαθητεύθη τῷ Ἰησοῦ· |
[57]But whanne the euenyng was come, ther cam a riche man of Armathi, Joseph bi name, and he was a disciple of Jhesu. |
| [58]οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. τότε ὁ Πιλᾶτος ἐκέλευσεν ⸀ἀποδοθῆναι. |
[58]He wente to Pilat, and axide the bodi of Jhesu. |
| [59]καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν ⸀αὐτὸ σινδόνι καθαρᾷ, |
[59]Thanne Pilat comaundide the bodie to be youun. And whanne the bodi was takun, Joseph lappide it in a clene sendel, |
| [60]καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν. |
[60]and leide it in his newe biriel, that he hadde hewun in a stoon; and he walewide a greet stoon to the dore of the biriel, and wente awei. |
| [61]ἦν δὲ ἐκεῖ ⸀Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία καθήμεναι ἀπέναντι τοῦ τάφου. |
[61]But Marie Maudelene and anothir Marie weren there, sittynge ayens the sepulcre. |
| [62]Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶν μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον |
[62]And on `the tother dai, that is aftir pask euen, the princis of prestis and the Farisees camen togidere to Pilat, |
| [63]λέγοντες· Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι· |
[63]and seiden, Sir, we han mynde, that thilke giloure seide yit lyuynge, Aftir thre daies Y schal rise ayen to lijf. |
| [64]κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ ⸀αὐτοῦ κλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῷ λαῷ· Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης. |
[64]Therfor comaunde thou, that the sepulcre be kept in to the thridde dai; lest hise disciplis comen, and stelen hym, and seie to the puple, He hath rise fro deeth; and the laste errour schal be worse than the formere. |
| [65]⸀ἔφη αὐτοῖς ὁ Πιλᾶτος· Ἔχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε. |
[65]Pilat seide to hem, Ye han the kepyng; go ye, kepe ye as ye kunnen. |
| [66]οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας. |
[66]And thei yeden forth, and kepten the sepulcre, markynge the stoon, with keperis. |