«
Nestle-Aland Greek NT (1993)
N/A GNT
Young's Literal Translation
YLT
[1]ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται ἰωάννης ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς ἰουδαίας [1]And in those days cometh John the Baptist, proclaiming in the wilderness of Judea,
[2][καὶ] λέγων, μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. [2]and saying, `Reform, for come nigh hath the reign of the heavens,'
[3]οὖτος γάρ ἐστιν ὁ ῥηθεὶς διὰ ἠσαΐου τοῦ προφήτου λέγοντος, φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. [3]for this is he who was spoken of by Isaiah the prophet, saying, `A voice of one crying in the wilderness, Prepare ye the way of the Lord, straight make ye His paths.'
[4]αὐτὸς δὲ ὁ ἰωάννης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, ἡ δὲ τροφὴ ἦν αὐτοῦ ἀκρίδες καὶ μέλι ἄγριον. [4]And this John had his clothing of camel's hair, and a girdle of skin round his loins, and his nourishment was locusts and honey of the field.
[5]τότε ἐξεπορεύετο πρὸς αὐτὸν ἱεροσόλυμα καὶ πᾶσα ἡ ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ ἰορδάνου, [5]Then were going forth unto him Jerusalem, and all Judea, and all the region round about the Jordan,
[6]καὶ ἐβαπτίζοντο ἐν τῶ ἰορδάνῃ ποταμῶ ὑπ᾽ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. [6]and they were baptized in the Jordan by him, confessing their sins.
[7]ἰδὼν δὲ πολλοὺς τῶν φαρισαίων καὶ σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ εἶπεν αὐτοῖς, γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; [7]And having seen many of the Pharisees and Sadducees coming about his baptism, he said to them, `Brood of vipers! who did shew you to flee from the coming wrath?
[8]ποιήσατε οὗν καρπὸν ἄξιον τῆς μετανοίας· [8]bear, therefore, fruits worthy of the reformation,
[9]καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, πατέρα ἔχομεν τὸν ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῶ ἀβραάμ. [9]and do not think to say in yourselves, A father we have -- Abraham, for I say to you, that God is able out of these stones to raise children to Abraham,
[10]ἤδη δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὗν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. [10]and now also, the axe unto the root of the trees is laid, every tree therefore not bearing good fruit is hewn down, and to fire is cast.
[11]ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὖ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί· [11]`I indeed do baptize you with water to reformation, but he who after me is coming is mightier than I, of whom I am not worthy to bear the sandals, he shall baptize you with the Holy Spirit and with fire,
[12]οὖ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. [12]whose fan [is] in his hand, and he will thoroughly cleanse his floor, and will gather his wheat to the storehouse, but the chaff he will burn with fire unquenchable.'
[13]τότε παραγίνεται ὁ ἰησοῦς ἀπὸ τῆς γαλιλαίας ἐπὶ τὸν ἰορδάνην πρὸς τὸν ἰωάννην τοῦ βαπτισθῆναι ὑπ᾽ αὐτοῦ. [13]Then cometh Jesus from Galilee upon the Jordan, unto John to be baptized by him,
[14]ὁ δὲ ἰωάννης διεκώλυεν αὐτὸν λέγων, ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; [14]but John was forbidding him, saying, `I have need by thee to be baptized -- and thou dost come unto me!'
[15]ἀποκριθεὶς δὲ ὁ ἰησοῦς εἶπεν πρὸς αὐτόν, ἄφες ἄρτι, οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀφίησιν αὐτόν. [15]But Jesus answering said to him, `Suffer now, for thus it is becoming to us to fulfill all righteousness,' then he doth suffer him.
[16]βαπτισθεὶς δὲ ὁ ἰησοῦς εὐθὺς ἀνέβη ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἠνεῴχθησαν [αὐτῶ] οἱ οὐρανοί, καὶ εἶδεν [τὸ] πνεῦμα [τοῦ] θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν [καὶ] ἐρχόμενον ἐπ᾽ αὐτόν· [16]And having been baptized, Jesus went up immediately from the water, and lo, opened to him were the heavens, and he saw the Spirit of God descending as a dove, and coming upon him,
[17]καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα, οὖτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα. [17]and lo, a voice out of the heavens, saying, `This is My Son -- the Beloved, in whom I did delight.'
Author: Eberhard Nestle (1851–1913), Kurt Aland (1915–1994), Barbara Aland (b. 1937), et al.
Source: sacred-texts.org

See information...
Source: unbound.biola.edu
Top