|
|
| [1]Then was Jesus led by the Holy Spirit into the desert, to be tempted by the Calumniator |
[1]τότε ὁ ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. |
| [2]And he fasted forty days and forty nights, and afterward he hungered. |
[2]καὶ νηστεύσας ἡμέρας τεσσεράκοντα καὶ νύκτας τεσσεράκοντα ὕστερον ἐπείνασεν. |
| [3]And the Tempter came, and said to him: If thou art the Son of God, command these stones to become bread. |
[3]καὶ προσελθὼν ὁ πειράζων εἶπεν αὐτῶ, εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὖτοι ἄρτοι γένωνται. |
| [4]But he replied, and said: It is written, that not by bread only, doth man live; but by every word proceeding from the mouth of God. |
[4]ὁ δὲ ἀποκριθεὶς εἶπεν, γέγραπται, οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ. |
| [5]Then the Calumniator took him to the holy city, and set him on a pinnacle of the temple, |
[5]τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, |
| [6]and said to him: If thou art the Son of God, cast thyself down: for it is written, that he will give his angels charge of thee, and in their hands will they sustain thee, lest thou strike thy foot against a stone. |
[6]καὶ λέγει αὐτῶ, εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. |
| [7]Jesus said to him: It is moreover written, that thou shalt not tempt the Lord thy God. |
[7]ἔφη αὐτῶ ὁ ἰησοῦς, πάλιν γέγραπται, οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου. |
| [8]Again the Calumniator took him to a mountain that was very high, and showed him all the kingdoms of the world, and their glory; |
[8]πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῶ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν, |
| [9]and said to him: All these will I give thee, if thou wilt fall down and worship me. |
[9]καὶ εἶπεν αὐτῶ, ταῦτά σοι πάντα δώσω ἐὰν πεσὼν προσκυνήσῃς μοι. |
| [10]Then Jesus said to him: Begone, Satan ; for it is written, that thou shalt worship the Lord, thy God; and him only shalt thou serve. |
[10]τότε λέγει αὐτῶ ὁ ἰησοῦς, ὕπαγε, σατανᾶ· γέγραπται γάρ, κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῶ μόνῳ λατρεύσεις. |
| [11]Then the Calumniator left him: and lo, angels came, and ministered to him. |
[11]τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῶ. |
| [12]And when Jesus had heard that John was delivered up, he retired to Galilee. |
[12]ἀκούσας δὲ ὅτι ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν γαλιλαίαν. |
| [13]And he left Nazareth, and came and dwelt in Capernaum, by the side of the sea, on the confines of Zebulon and Naphthali. |
[13]καὶ καταλιπὼν τὴν ναζαρὰ ἐλθὼν κατῴκησεν εἰς καφαρναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις ζαβουλὼν καὶ νεφθαλίμ· |
| [14]That so might be fulfilled that which was spoken by Isaiah the prophet, who said: |
[14]ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ ἠσαΐου τοῦ προφήτου λέγοντος, |
| [15]The land of Zebulon, the land of Naphthali, the way of the sea, the ford of Jordan, Galilee of the Gentiles; |
[15]γῆ ζαβουλὼν καὶ γῆ νεφθαλίμ, ὁδὸν θαλάσσης, πέραν τοῦ ἰορδάνου, γαλιλαία τῶν ἐθνῶν, |
| [16]the people that sat in darkness, have seen great light; and to them who sat in the region and shadow of death, light is arisen. |
[16]ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδεν μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς. |
| [17]From that time began Jesus to proclaim and say: Repent; for the kingdom of heaven hath approached. |
[17]ἀπὸ τότε ἤρξατο ὁ ἰησοῦς κηρύσσειν καὶ λέγειν, μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. |
| [18]And as he walked on the shore of the sea of Galilee, he saw two brothers, Simon called Cephas, and Andrew his brother, who were casting nets into the sea; for they were fishermen. |
[18]περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς γαλιλαίας εἶδεν δύο ἀδελφούς, σίμωνα τὸν λεγόμενον πέτρον καὶ ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς. |
| [19]And Jesus said to them: Follow me; and I will cause you to become fishers of men. |
[19]καὶ λέγει αὐτοῖς, δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. |
| [20]And immediately, they left their nets, and went after him. |
[20]οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῶ. |
| [21]And as he passed on from there, he saw two other brothers, James the son of Zebedee, and John his brother, in a ship with Zebedee their father, who were mending their nets. And Jesus called them. |
[21]καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, ἰάκωβον τὸν τοῦ ζεβεδαίου καὶ ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῶ πλοίῳ μετὰ ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν· καὶ ἐκάλεσεν αὐτούς. |
| [22]And they immediately left the ship and their father, and went after him. |
[22]οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῶ. |
| [23]And Jesus traveled over all Galilee. and he taught in their synagogues and proclaimed the tidings of the kingdom; and he cured every disease and malady among the people. |
[23]καὶ περιῆγεν ἐν ὅλῃ τῇ γαλιλαίᾳ, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῶ λαῶ. |
| [24]And his fame spread through all Syria. And they brought to him all them that were very sick with diverse diseases, and them that were afflicted with pains, and demoniacs, and lunatics and paralytics; and he healed them. |
[24]καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν συρίαν· καὶ προσήνεγκαν αὐτῶ πάντας τοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους [καὶ] δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς, καὶ ἐθεράπευσεν αὐτούς. |
| [25]And there followed him great multitudes from Galilee, and from the Ten Cities, and from Jerusalem, and from Judaea, and from beyond the Jordan. |
[25]καὶ ἠκολούθησαν αὐτῶ ὄχλοι πολλοὶ ἀπὸ τῆς γαλιλαίας καὶ δεκαπόλεως καὶ ἱεροσολύμων καὶ ἰουδαίας καὶ πέραν τοῦ ἰορδάνου. |