«
Nestle-Aland Greek NT (1993)
N/A GNT
Wycliffe's English Translation (1388)
Wyc
[1]ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ προσῆλθαν αὐτῶ οἱ μαθηταὶ αὐτοῦ· [1]And Jhesus, seynge the puple, wente vp in to an hil; and whanne he was set, hise disciplis camen to hym.
[2]καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων, [2]And he openyde his mouth, and tauyte hem, and seide,
[3]μακάριοι οἱ πτωχοὶ τῶ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. [3]Blessed ben pore men in spirit, for the kyngdom of heuenes is herne.
[4]μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. [4]Blessid ben mylde men, for thei schulen welde the erthe.
[5]μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν. [5]Blessid ben thei that mornen, for thei schulen be coumfortid.
[6]μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. [6]Blessid ben thei that hungren and thristen riytwisnesse, for thei schulen be fulfillid.
[7]μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. [7]Blessid ben merciful men, for thei schulen gete merci.
[8]μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται. [8]Blessid ben thei that ben of clene herte, for thei schulen se God.
[9]μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ θεοῦ κληθήσονται. [9]Blessid ben pesible men, for thei schulen be clepid Goddis children.
[10]μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. [10]Blessid ben thei that suffren persecusioun for riytfulnesse, for the kingdam of heuenes is herne.
[11]μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν καὶ εἴπωσιν πᾶν πονηρὸν καθ᾽ ὑμῶν [ψευδόμενοι] ἕνεκεν ἐμοῦ· [11]`Ye schulen be blessid, whanne men schulen curse you, and schulen pursue you, and shulen seie al yuel ayens you liynge, for me.
[12]χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν. [12]Ioie ye, and be ye glad, for youre meede is plenteuouse in heuenes; for so thei han pursued `also profetis that weren bifor you.
[13]ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ βληθὲν ἔξω καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων. [13]Ye ben salt of the erthe; that if the salt vanysche awey, whereynne schal it be saltid? To no thing it is worth ouere, no but that it be cast out, and be defoulid of men.
[14]ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· [14]Ye ben liyt of the world; a citee set on an hil may not be hid;
[15]οὐδὲ καίουσιν λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ. [15]ne me teendith not a lanterne, and puttith it vndur a busschel, but on a candilstike, that it yyue liyt to alle that ben in the hous.
[16]οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. [16]So schyne youre liyt befor men, that thei se youre goode werkis, and glorifie youre fadir that is in heuenes.
[17]μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι. [17]Nil ye deme, that Y cam to vndo the lawe, or the profetis; Y cam not to vndo the lawe, but to fulfille.
[18]ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. [18]Forsothe Y seie to you, til heuene and erthe passe, o lettir or o titel shal not passe fro the lawe, til alle thingis be doon.
[19]ὃς ἐὰν οὗν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾽ ἂν ποιήσῃ καὶ διδάξῃ, οὖτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. [19]Therfor he that brekith oon of these leeste maundementis, and techith thus men, schal be clepid the leste in the rewme of heuenes; `but he that doith, and techith, schal be clepid greet in the kyngdom of heuenes.
[20]λέγω γὰρ ὑμῖν ὅτι ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλεῖον τῶν γραμματέων καὶ φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. [20]And Y seie to you, that but your riytfulnesse be more plenteuouse than of scribis and of Farisees, ye schulen not entre into the kyngdom of heuenes.
[21]ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις, οὐ φονεύσεις· ὃς δ᾽ ἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει. [21]Ye han herd that it was seid to elde men, Thou schalt not slee; and he that sleeth, schal be gilti to doom.
[22]ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ὀργιζόμενος τῶ ἀδελφῶ αὐτοῦ ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ᾽ ἂν εἴπῃ τῶ ἀδελφῶ αὐτοῦ, ῥακά, ἔνοχος ἔσται τῶ συνεδρίῳ· ὃς δ᾽ ἂν εἴπῃ, μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. [22]But Y seie to you, that ech man that is wrooth to his brothir, schal be gilti to doom; and he that seith to his brother, Fy! schal be gilti to the counseil; but he that seith, Fool, schal be gilti to the fier of helle.
[23]ἐὰν οὗν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, [23]Therfor if thou offrist thi yifte `at the auter, and ther thou bithenkist, that thi brothir hath sum what ayens thee,
[24]ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῶ ἀδελφῶ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. [24]leeue there thi yifte bifor the auter, and go first to be recounselid to thi brothir, and thanne thou schalt come, and schalt offre thi yifte.
[25]ἴσθι εὐνοῶν τῶ ἀντιδίκῳ σου ταχὺ ἕως ὅτου εἶ μετ᾽ αὐτοῦ ἐν τῇ ὁδῶ, μήποτέ σε παραδῶ ὁ ἀντίδικος τῶ κριτῇ, καὶ ὁ κριτὴς τῶ ὑπηρέτῃ, καὶ εἰς φυλακὴν βληθήσῃ· [25]Be thou consentynge to thin aduersarie soone, while thou art in the weie with hym, lest perauenture thin aduersarie take thee to the domesman, and the domesman take thee to the mynystre, and thou be sent in to prisoun.
[26]ἀμὴν λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως ἂν ἀποδῶς τὸν ἔσχατον κοδράντην. [26]Treuli Y seie to thee, thou shalt not go out fro thennus, til thou yelde the last ferthing.
[27]ἠκούσατε ὅτι ἐρρέθη, οὐ μοιχεύσεις. [27]Ye han herd that it was seid to elde men, Thou schalt `do no letcherie.
[28]ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. [28]But Y seie to you, that euery man that seeth a womman for to coueite hir, hath now do letcherie bi hir in his herte.
[29]εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν. [29]That if thi riyt iye sclaundre thee, pulle hym out, and caste fro thee; for it spedith to thee, that oon of thi membris perische, than that al thi bodi go in to helle.
[30]καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε, ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου εἰς γέενναν ἀπέλθῃ. [30]And if thi riyt hond sclaundre thee, kitte hym aweye, and caste fro thee; for it spedith to thee that oon of thi membris perische, than that al thi bodi go in to helle.
[31]ἐρρέθη δέ, ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον. [31]And it hath be seyd, Who euere leeueth his wijf, yyue he to hir a libel of forsakyng.
[32]ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας ποιεῖ αὐτὴν μοιχευθῆναι, καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσῃ μοιχᾶται. [32]But Y seie to you, that euery man that leeueth his wijf, outtakun cause of fornycacioun, makith hir to do letcherie, and he that weddith the forsakun wijf, doith auowtrye.
[33]πάλιν ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις, οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῶ κυρίῳ τοὺς ὅρκους σου. [33]Eftsoone ye han herd, that it was seid to elde men, Thou schalt not forswere, but thou schalt yelde thin othis to the Lord.
[34]ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως· μήτε ἐν τῶ οὐρανῶ, ὅτι θρόνος ἐστὶν τοῦ θεοῦ· [34]But Y seie to you, that ye swere not `for ony thing; nethir bi heuene, for it is the trone of God;
[35]μήτε ἐν τῇ γῇ, ὅτι ὑποπόδιόν ἐστιν τῶν ποδῶν αὐτοῦ· μήτε εἰς ἱεροσόλυμα, ὅτι πόλις ἐστὶν τοῦ μεγάλου βασιλέως· [35]nether bi the erthe, for it is the stole of his feet; nether bi Jerusalem, for it is the citee of a greet kyng; nether thou shalt not swere bi thin heed,
[36]μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ποιῆσαι ἢ μέλαιναν. [36]for thou maist not make oon heere white, ne blacke;
[37]ἔστω δὲ ὁ λόγος ὑμῶν ναὶ ναί, οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν. [37]but be youre word, Yhe, yhe; Nay, nay; and that that is more than these, is of yuel.
[38]ἠκούσατε ὅτι ἐρρέθη, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος. [38]Ye han herd that it hath be seid, Iye for iye, and tothe for tothe.
[39]ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῶ πονηρῶ· ἀλλ᾽ ὅστις σε ῥαπίζει εἰς τὴν δεξιὰν σιαγόνα [σου], στρέψον αὐτῶ καὶ τὴν ἄλλην· [39]But Y seie to you, that ye ayenstonde not an yuel man; but if ony smyte thee in the riyt cheke, schewe to him also the tothir;
[40]καὶ τῶ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῶ καὶ τὸ ἱμάτιον· [40]and to hym that wole stryue with thee in doom, and take awey thi coote, leeue thou `to him also thi mantil;
[41]καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν, ὕπαγε μετ᾽ αὐτοῦ δύο. [41]and who euer constreyneth thee a thousynde pacis, go thou with hym othir tweyne.
[42]τῶ αἰτοῦντί σε δός, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανίσασθαι μὴ ἀποστραφῇς. [42]Yyue thou to hym that axith of thee, and turne not awey fro hym that wole borewe of thee.
[43]ἠκούσατε ὅτι ἐρρέθη, ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου. [43]Ye han herd that it was seid, Thou shalt loue thi neiybore, and hate thin enemye.
[44]ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς, [44]But Y seie to you, loue ye youre enemyes, do ye wel to hem that hatiden you, and preye ye for hem that pursuen, and sclaundren you;
[45]ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. [45]that ye be the sones of your fadir that is in heuenes, that makith his sunne to rise vpon goode `and yuele men, and reyneth on iust men and vniuste.
[46]ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἔχετε; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν; [46]For if ye louen hem that louen you, what mede schulen ye han? whether pupplicans doon not this?
[47]καὶ ἐὰν ἀσπάσησθε τοὺς ἀδελφοὺς ὑμῶν μόνον, τί περισσὸν ποιεῖτε; οὐχὶ καὶ οἱ ἐθνικοὶ τὸ αὐτὸ ποιοῦσιν; [47]And if ye greten youre britheren oonli, what schulen ye do more? ne doon not hethene men this?
[48]ἔσεσθε οὗν ὑμεῖς τέλειοι ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν. [48]Therfore be ye parfit, as youre heuenli fadir is parfit.
Author: Eberhard Nestle (1851–1913), Kurt Aland (1915–1994), Barbara Aland (b. 1937), et al.
Source: sacred-texts.org

See information...
Author: John Wycliffe (1328 – 1384)
Top