|
|
| [1]προσέχετε [δὲ] τὴν δικαιοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μή γε, μισθὸν οὐκ ἔχετε παρὰ τῶ πατρὶ ὑμῶν τῶ ἐν τοῖς οὐρανοῖς. |
[1]Take heed that ye give not your alms before men, to be seen of them, or else ye shall have no reward of your Father which is in heaven. |
| [2]ὅταν οὗν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσιν τὸν μισθὸν αὐτῶν. |
[2]Therefore when thou givest thine alms, thou shalt not make a trumpet to be blown before thee, as the hypocrites do in the Synagoguesand in the streets, to be praised of men. Verily I say unto you, they have their reward. |
| [3]σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου, |
[3]But when thou doest thine alms, let not thy left hand know what thy right hand doeth, |
| [4]ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῶ κρυπτῶ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῶ κρυπτῶ ἀποδώσει σοι. |
[4]That thine alms may be in secret, and thy Father that seeth in secret, he will reward thee openly. |
| [5]καὶ ὅταν προσεύχησθε, οὐκ ἔσεσθε ὡς οἱ ὑποκριταί· ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι, ὅπως φανῶσιν τοῖς ἀνθρώποις· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσιν τὸν μισθὸν αὐτῶν. |
[5]And when thou prayest, be not as the hypocrites: for they love to stand, and pray in the Synagogues, and in the corners of the streets, because they would be seen of men. Verily I say unto you, they have their reward. |
| [6]σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμεῖόν σου καὶ κλείσας τὴν θύραν σου πρόσευξαι τῶ πατρί σου τῶ ἐν τῶ κρυπτῶ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῶ κρυπτῶ ἀποδώσει σοι. |
[6]But when thou prayest, enter into thy chamber and when thou hast shut thy door, pray unto thy Father which is in secret, and thy Father which seeth in secret, shall reward thee openly. |
| [7]προσευχόμενοι δὲ μὴ βατταλογήσητε ὥσπερ οἱ ἐθνικοί, δοκοῦσιν γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται. |
[7]Also when ye pray, use no vain repetitions as the heathen: for they think to be heard for their much babbling. |
| [8]μὴ οὗν ὁμοιωθῆτε αὐτοῖς, οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν. |
[8]Be ye not like them therefore: for your Father knoweth whereof ye have need, before ye ask of him. |
| [9]οὕτως οὗν προσεύχεσθε ὑμεῖς· πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, |
[9]After this manner therefore pray ye, Our father which art in heaven, hallowed be thy Name. |
| [10]ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῶ καὶ ἐπὶ γῆς. |
[10]Thy Kingdom come. Thy will be done even in earth, as it is in heaven. |
| [11]τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· |
[11]Give us this day our daily bread. |
| [12]καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν· |
[12]And forgive us our debts, as we also forgive our debtors. |
| [13]καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. |
[13]And lead us not into temptation, but deliver us from evil: for thine is the kingdom, and the power, and the glory forever, Amen. |
| [14]ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος· |
[14]For if ye do forgive men their trespasses, your heavenly Father will also forgive you. |
| [15]ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις, οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν. |
[15]But if ye do not forgive men their trespasses, no more will your father forgive you your trespass. |
| [16]ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε ὡς οἱ ὑποκριταὶ σκυθρωποί, ἀφανίζουσιν γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσιν τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσιν τὸν μισθὸν αὐτῶν. |
[16]Moreover, when ye fast, look not sour as the hypocrites: for they disfigure their faces, that they might seem unto men to fast. Verily I say unto you, that they have their reward. |
| [17]σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι, |
[17]But when thou fastest, anoint thine head, and wash thy face, |
| [18]ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων ἀλλὰ τῶ πατρί σου τῶ ἐν τῶ κρυφαίῳ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῶ κρυφαίῳ ἀποδώσει σοι. |
[18]That thou seem not unto men to fast, but unto thy Father which is in secret: and thy Father which seeth in secret, will reward thee openly. |
| [19]μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσιν καὶ κλέπτουσιν· |
[19]Lay not up treasures for yourselves upon the earth, where the moth and canker corrupt, and where thieves dig through, and steal. |
| [20]θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῶ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν· |
[20]But lay up treasures for yourselves in heaven, where neither the moth nor canker corrupteth, and where thieves neither dig through, nor steal. |
| [21]ὅπου γάρ ἐστιν ὁ θησαυρός σου, ἐκεῖ ἔσται καὶ ἡ καρδία σου. |
[21]For where your treasure is, there will your heart be also. |
| [22]ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. ἐὰν οὗν ᾖ ὁ ὀφθαλμός σου ἁπλοῦς, ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται· |
[22]The light of the body is the eye: if then thine eye be single, thy whole body shall be light. |
| [23]ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. εἰ οὗν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν, τὸ σκότος πόσον. |
[23]But if thine eye be wicked, then all thy body shall be dark. Wherefore if the light that is in thee, be darkness, how great is that darkness? |
| [24]οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει· οὐ δύνασθε θεῶ δουλεύειν καὶ μαμωνᾷ. |
[24]No man can serve two masters: for either he shall hate the one, and love the other, or else he shall lean to the one, and despise the other. Ye cannot serve God and riches. |
| [25]διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε [ἢ τί πίητε,] μηδὲ τῶ σώματι ὑμῶν τί ἐνδύσησθε· οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος; |
[25]Therefore I say unto you, be not careful for your life, what ye shall eat, or what ye shall drink: nor yet for your body, what ye shall put on. Is not the life more worth than meat? and the body than raiment? |
| [26]ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; |
[26]Behold the fowls of the heaven: for they sow not, neither reap, nor carry into the barns: yet your heavenly Father feedeth them. Are ye not much better than they? |
| [27]τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; |
[27]Which of you by taking care, is able to add one cubit unto his stature? |
| [28]καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνουσιν· οὐ κοπιῶσιν οὐδὲ νήθουσιν· |
[28]And why care ye for raiment? Learn, how the lilies of the field do grow: they labor not, neither spin: |
| [29]λέγω δὲ ὑμῖν ὅτι οὐδὲ σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. |
[29]Yet I say unto you, that even Solomon in all his glory was not arrayed like one of these. |
| [30]εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῶ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; |
[30]Wherefore if God so clothe the grass of the field which is today, and tomorrow is cast into the oven, shall he not do much more unto you, O ye of little faith? |
| [31]μὴ οὗν μεριμνήσητε λέγοντες, τί φάγωμεν; ἤ, τί πίωμεν; ἤ, τί περιβαλώμεθα; |
[31]Therefore take no thought, saying, What shall we eat? or what shall we drink? or where with shall we be clothed? |
| [32]πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητοῦσιν· οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων. |
[32](For after all these things seek the Gentiles) for your heavenly Father knoweth, that ye have need of all these things. |
| [33]ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν [τοῦ θεοῦ] καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. |
[33]But seek ye first the kingdom of God, and his righteousness, and all these things shall be ministered unto you. |
| [34]μὴ οὗν μεριμνήσητε εἰς τὴν αὔριον, ἡ γὰρ αὔριον μεριμνήσει ἑαυτῆς· ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς. |
[34]Care not then for the morrow: for the morrow shall care for itself: the day hath enough with his own grief. |