|
|
| [1]καταβάντος δὲ αὐτοῦ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῶ ὄχλοι πολλοί. |
[1]καταβαντι δε αυτω απο του ορους ηκολουθησαν αυτω οχλοι πολλοι |
| [2]καὶ ἰδοὺ λεπρὸς προσελθὼν προσεκύνει αὐτῶ λέγων, κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. |
[2]και ιδου λεπρος ελθων προσεκυνει αυτω λεγων κυριε εαν θελης δυνασαι με καθαρισαι |
| [3]καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ λέγων, θέλω, καθαρίσθητι· καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα. |
[3]και εκτεινας την χειρα ηψατο αυτου ο ιησους λεγων θελω καθαρισθητι και ευθεως εκαθαρισθη αυτου η λεπρα |
| [4]καὶ λέγει αὐτῶ ὁ ἰησοῦς, ὅρα μηδενὶ εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῶ ἱερεῖ, καὶ προσένεγκον τὸ δῶρον ὃ προσέταξεν μωϊσῆς, εἰς μαρτύριον αὐτοῖς. |
[4]και λεγει αυτω ο ιησους ορα μηδενι ειπης αλλα υπαγε σεαυτον δειξον τω ιερει και προσενεγκε το δωρον ο προσεταξεν μωσης εις μαρτυριον αυτοις |
| [5]εἰσελθόντος δὲ αὐτοῦ εἰς καφαρναοὺμ προσῆλθεν αὐτῶ ἑκατόνταρχος παρακαλῶν αὐτὸν |
[5]εισελθοντι δε αυτω εις καπερναουμ προσηλθεν αυτω εκατονταρχος παρακαλων αυτον |
| [6]καὶ λέγων, κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. |
[6]και λεγων κυριε ο παις μου βεβληται εν τη οικια παραλυτικος δεινως βασανιζομενος |
| [7]καὶ λέγει αὐτῶ, ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. |
[7]και λεγει αυτω ο ιησους εγω ελθων θεραπευσω αυτον |
| [8]καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη, κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. |
[8]και αποκριθεις ο εκατονταρχος εφη κυριε ουκ ειμι ικανος ινα μου υπο την στεγην εισελθης αλλα μονον ειπε λογω και ιαθησεται ο παις μου |
| [9]καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῶ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ. |
[9]και γαρ εγω ανθρωπος ειμι υπο εξουσιαν εχων υπ εμαυτον στρατιωτας και λεγω τουτω πορευθητι και πορευεται και αλλω ερχου και ερχεται και τω δουλω μου ποιησον τουτο και ποιει |
| [10]ἀκούσας δὲ ὁ ἰησοῦς ἐθαύμασεν καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν, ἀμὴν λέγω ὑμῖν, παρ᾽ οὐδενὶ τοσαύτην πίστιν ἐν τῶ ἰσραὴλ εὖρον. |
[10]ακουσας δε ο ιησους εθαυμασεν και ειπεν τοις ακολουθουσιν αμην λεγω υμιν ουδε εν τω ισραηλ τοσαυτην πιστιν ευρον |
| [11]λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ ἀβραὰμ καὶ ἰσαὰκ καὶ ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· |
[11]λεγω δε υμιν οτι πολλοι απο ανατολων και δυσμων ηξουσιν και ανακλιθησονται μετα αβρααμ και ισαακ και ιακωβ εν τη βασιλεια των ουρανων |
| [12]οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. |
[12]οι δε υιοι της βασιλειας εκβληθησονται εις το σκοτος το εξωτερον εκει εσται ο κλαυθμος και ο βρυγμος των οδοντων |
| [13]καὶ εἶπεν ὁ ἰησοῦς τῶ ἑκατοντάρχῃ, ὕπαγε, ὡς ἐπίστευσας γενηθήτω σοι. καὶ ἰάθη ὁ παῖς [αὐτοῦ] ἐν τῇ ὥρᾳ ἐκείνῃ. |
[13]και ειπεν ο ιησους τω εκατονταρχη υπαγε και ως επιστευσας γενηθητω σοι και ιαθη ο παις αυτου εν τη ωρα εκεινη |
| [14]καὶ ἐλθὼν ὁ ἰησοῦς εἰς τὴν οἰκίαν πέτρου εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν· |
[14]και ελθων ο ιησους εις την οικιαν πετρου ειδεν την πενθεραν αυτου βεβλημενην και πυρεσσουσαν |
| [15]καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός· καὶ ἠγέρθη καὶ διηκόνει αὐτῶ. |
[15]και ηψατο της χειρος αυτης και αφηκεν αυτην ο πυρετος και ηγερθη και διηκονει αυτω |
| [16]ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῶ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν· |
[16]οψιας δε γενομενης προσηνεγκαν αυτω δαιμονιζομενους πολλους και εξεβαλεν τα πνευματα λογω και παντας τους κακως εχοντας εθεραπευσεν |
| [17]ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ ἠσαΐου τοῦ προφήτου λέγοντος, αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν. |
[17]οπως πληρωθη το ρηθεν δια ησαιου του προφητου λεγοντος αυτος τας ασθενειας ημων ελαβεν και τας νοσους εβαστασεν |
| [18]ἰδὼν δὲ ὁ ἰησοῦς ὄχλον περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν. |
[18]ιδων δε ο ιησους πολλους οχλους περι αυτον εκελευσεν απελθειν εις το περαν |
| [19]καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῶ, διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ. |
[19]και προσελθων εις γραμματευς ειπεν αυτω διδασκαλε ακολουθησω σοι οπου εαν απερχη |
| [20]καὶ λέγει αὐτῶ ὁ ἰησοῦς, αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. |
[20]και λεγει αυτω ο ιησους αι αλωπεκες φωλεους εχουσιν και τα πετεινα του ουρανου κατασκηνωσεις ο δε υιος του ανθρωπου ουκ εχει που την κεφαλην κλινη |
| [21]ἕτερος δὲ τῶν μαθητῶν [αὐτοῦ] εἶπεν αὐτῶ, κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου. |
[21]ετερος δε των μαθητων αυτου ειπεν αυτω κυριε επιτρεψον μοι πρωτον απελθειν και θαψαι τον πατερα μου |
| [22]ὁ δὲ ἰησοῦς λέγει αὐτῶ, ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. |
[22]ο δε ιησους ειπεν αυτω ακολουθει μοι και αφες τους νεκρους θαψαι τους εαυτων νεκρους |
| [23]καὶ ἐμβάντι αὐτῶ εἰς τὸ πλοῖον ἠκολούθησαν αὐτῶ οἱ μαθηταὶ αὐτοῦ. |
[23]και εμβαντι αυτω εις το πλοιον ηκολουθησαν αυτω οι μαθηται αυτου |
| [24]καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων· αὐτὸς δὲ ἐκάθευδεν. |
[24]και ιδου σεισμος μεγας εγενετο εν τη θαλασση ωστε το πλοιον καλυπτεσθαι υπο των κυματων αυτος δε εκαθευδεν |
| [25]καὶ προσελθόντες ἤγειραν αὐτὸν λέγοντες, κύριε, σῶσον, ἀπολλύμεθα. |
[25]και προσελθοντες οι μαθηται ηγειραν αυτον λεγοντες κυριε σωσον ημας απολλυμεθα |
| [26]καὶ λέγει αὐτοῖς, τί δειλοί ἐστε, ὀλιγόπιστοι; τότε ἐγερθεὶς ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. |
[26]και λεγει αυτοις τι δειλοι εστε ολιγοπιστοι τοτε εγερθεις επετιμησεν τοις ανεμοις και τη θαλασση και εγενετο γαληνη μεγαλη |
| [27]οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες, ποταπός ἐστιν οὖτος ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα αὐτῶ ὑπακούουσιν; |
[27]οι δε ανθρωποι εθαυμασαν λεγοντες ποταπος εστιν ουτος οτι και οι ανεμοι και η θαλασσα υπακουουσιν αυτω |
| [28]καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν γαδαρηνῶν ὑπήντησαν αὐτῶ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. |
[28]και ελθοντι αυτω εις το περαν εις την χωραν των γεργεσηνων υπηντησαν αυτω δυο δαιμονιζομενοι εκ των μνημειων εξερχομενοι χαλεποι λιαν ωστε μη ισχυειν τινα παρελθειν δια της οδου εκεινης |
| [29]καὶ ἰδοὺ ἔκραξαν λέγοντες, τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; |
[29]και ιδου εκραξαν λεγοντες τι ημιν και σοι ιησου υιε του θεου ηλθες ωδε προ καιρου βασανισαι ημας |
| [30]ἦν δὲ μακρὰν ἀπ᾽ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. |
[30]ην δε μακραν απ αυτων αγελη χοιρων πολλων βοσκομενη |
| [31]οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες, εἰ ἐκβάλλεις ἡμᾶς, ἀπόστειλον ἡμᾶς εἰς τὴν ἀγέλην τῶν χοίρων. |
[31]οι δε δαιμονες παρεκαλουν αυτον λεγοντες ει εκβαλλεις ημας επιτρεψον ημιν απελθειν εις την αγελην των χοιρων |
| [32]καὶ εἶπεν αὐτοῖς, ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τοὺς χοίρους· καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. |
[32]και ειπεν αυτοις υπαγετε οι δε εξελθοντες απηλθον εις την αγελην των χοιρων και ιδου ωρμησεν πασα η αγελη των χοιρων κατα του κρημνου εις την θαλασσαν και απεθανον εν τοις υδασιν |
| [33]οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων. |
[33]οι δε βοσκοντες εφυγον και απελθοντες εις την πολιν απηγγειλαν παντα και τα των δαιμονιζομενων |
| [34]καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς ὑπάντησιν τῶ ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν. |
[34]και ιδου πασα η πολις εξηλθεν εις συναντησιν τω ιησου και ιδοντες αυτον παρεκαλεσαν οπως μεταβη απο των οριων αυτων |