|
|
| [1]καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. |
[No book] |
| [2]καὶ ἰδοὺ προσέφερον αὐτῶ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. καὶ ἰδὼν ὁ ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῶ παραλυτικῶ, θάρσει, τέκνον· ἀφίενταί σου αἱ ἁμαρτίαι. |
[No book] |
| [3]καὶ ἰδού τινες τῶν γραμματέων εἶπαν ἐν ἑαυτοῖς, οὖτος βλασφημεῖ. |
[No book] |
| [4]καὶ ἰδὼν ὁ ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν, ἱνατί ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; |
[No book] |
| [5]τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ περιπάτει; |
[No book] |
| [6]ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας _ τότε λέγει τῶ παραλυτικῶ, ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. |
[No book] |
| [7]καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. |
[No book] |
| [8]ἰδόντες δὲ οἱ ὄχλοι ἐφοβήθησαν καὶ ἐδόξασαν τὸν θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις. |
[No book] |
| [9]καὶ παράγων ὁ ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, μαθθαῖον λεγόμενον, καὶ λέγει αὐτῶ, ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῶ. |
[No book] |
| [10]καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῶ ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. |
[No book] |
| [11]καὶ ἰδόντες οἱ φαρισαῖοι ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ, διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; |
[No book] |
| [12]ὁ δὲ ἀκούσας εἶπεν, οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ᾽ οἱ κακῶς ἔχοντες. |
[No book] |
| [13]πορευθέντες δὲ μάθετε τί ἐστιν, ἔλεος θέλω καὶ οὐ θυσίαν· οὐ γὰρ ἦλθον καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλούς. |
[No book] |
| [14]τότε προσέρχονται αὐτῶ οἱ μαθηταὶ ἰωάννου λέγοντες, διὰ τί ἡμεῖς καὶ οἱ φαρισαῖοι νηστεύομεν [πολλά], οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν; |
[No book] |
| [15]καὶ εἶπεν αὐτοῖς ὁ ἰησοῦς, μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν ἐφ᾽ ὅσον μετ᾽ αὐτῶν ἐστιν ὁ νυμφίος; ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν. |
[No book] |
| [16]οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῶ· αἴρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου, καὶ χεῖρον σχίσμα γίνεται. |
[No book] |
| [17]οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή γε, ῥήγνυνται οἱ ἀσκοί, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπόλλυνται· ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς καινούς, καὶ ἀμφότεροι συντηροῦνται. |
[No book] |
| [18]ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς ἰδοὺ ἄρχων εἷς ἐλθὼν προσεκύνει αὐτῶ λέγων ὅτι ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ᾽ αὐτήν, καὶ ζήσεται. |
[No book] |
| [19]καὶ ἐγερθεὶς ὁ ἰησοῦς ἠκολούθησεν αὐτῶ καὶ οἱ μαθηταὶ αὐτοῦ. |
[No book] |
| [20]καὶ ἰδοὺ γυνὴ αἱμορροοῦσα δώδεκα ἔτη προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· |
[No book] |
| [21]ἔλεγεν γὰρ ἐν ἑαυτῇ, ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ σωθήσομαι. |
[No book] |
| [22]ὁ δὲ ἰησοῦς στραφεὶς καὶ ἰδὼν αὐτὴν εἶπεν, θάρσει, θύγατερ· ἡ πίστις σου σέσωκέν σε. καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης. |
[No book] |
| [23]καὶ ἐλθὼν ὁ ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον |
[No book] |
| [24]ἔλεγεν, ἀναχωρεῖτε, οὐ γὰρ ἀπέθανεν τὸ κοράσιον ἀλλὰ καθεύδει. καὶ κατεγέλων αὐτοῦ. |
[No book] |
| [25]ὅτε δὲ ἐξεβλήθη ὁ ὄχλος, εἰσελθὼν ἐκράτησεν τῆς χειρὸς αὐτῆς, καὶ ἠγέρθη τὸ κοράσιον. |
[No book] |
| [26]καὶ ἐξῆλθεν ἡ φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην. |
[No book] |
| [27]καὶ παράγοντι ἐκεῖθεν τῶ ἰησοῦ ἠκολούθησαν [αὐτῶ] δύο τυφλοὶ κράζοντες καὶ λέγοντες, ἐλέησον ἡμᾶς, υἱὸς δαυίδ. |
[No book] |
| [28]ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῶ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ ἰησοῦς, πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; λέγουσιν αὐτῶ, ναί, κύριε. |
[No book] |
| [29]τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων, κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. |
[No book] |
| [30]καὶ ἠνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί. καὶ ἐνεβριμήθη αὐτοῖς ὁ ἰησοῦς λέγων, ὁρᾶτε μηδεὶς γινωσκέτω. |
[No book] |
| [31]οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ. |
[No book] |
| [32]αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῶ ἄνθρωπον κωφὸν δαιμονιζόμενον· |
[No book] |
| [33]καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός. καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες, οὐδέποτε ἐφάνη οὕτως ἐν τῶ ἰσραήλ. |
[No book] |
| [34]οἱ δὲ φαρισαῖοι ἔλεγον, ἐν τῶ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. |
[No book] |
| [35]καὶ περιῆγεν ὁ ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. |
[No book] |
| [36]ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν ὅτι ἦσαν ἐσκυλμένοι καὶ ἐρριμμένοι ὡσεὶ πρόβατα μὴ ἔχοντα ποιμένα. |
[No book] |
| [37]τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ, ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· |
[No book] |
| [38]δεήθητε οὗν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. |
[No book] |