«
Aleppo Codex (~920)
Alep
The Septuagint
LXX
[1]ואמר שמעו נא ראשי יעקב וקציני בית ישראל הלוא לכם לדעת את המשפט [1]καὶ ἐρεῖ ἀκούσατε δὴ ταῦτα αἱ ἀρχαὶ οἴκου ιακωβ καὶ οἱ κατάλοιποι οἴκου ισραηλ οὐχ ὑμῖν ἐστιν τοῦ γνῶναι τὸ κρίμα
[2]שנאי טוב ואהבי רעה [Q: רע] גזלי עורם מעליהם ושארם מעל עצמותם [2]οἱ μισοῦντες τὰ καλὰ καὶ ζητοῦντες τὰ πονηρά ἁρπάζοντες τὰ δέρματα αὐτῶν ἀπ αὐτῶν καὶ τὰς σάρκας αὐτῶν ἀπὸ τῶν ὀστέων αὐτῶν
[3]ואשר אכלו שאר עמי ועורם מעליהם הפשיטו ואת עצמתיהם פצחו ופרשו כאשר בסיר וכבשר בתוך קלחת [3]ὃν τρόπον κατέφαγον τὰς σάρκας τοῦ λαοῦ μου καὶ τὰ δέρματα αὐτῶν ἀπὸ τῶν ὀστέων αὐτῶν ἐξέδειραν καὶ τὰ ὀστέα αὐτῶν συνέθλασαν καὶ ἐμέλισαν ὡς σάρκας εἰς λέβητα καὶ ὡς κρέα εἰς χύτραν
[4]אז יזעקו אל יהוה ולא יענה אותם ויסתר פניו מהם בעת ההיא כאשר הרעו מעלליהם [4]οὕτως κεκράξονται πρὸς κύριον καὶ οὐκ εἰσακούσεται αὐτῶν καὶ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπ αὐτῶν ἐν τῷ καιρῷ ἐκείνῳ ἀνθ ὧν ἐπονηρεύσαντο ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν ἐπ αὐτούς
[5]כה אמר יהוה על הנביאים המתעים את עמי־הנשכים בשניהם וקראו שלום ואשר לא יתן על פיהם וקדשו עליו מלחמה [5]τάδε λέγει κύριος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου τοὺς δάκνοντας ἐν τοῖς ὀδοῦσιν αὐτῶν καὶ κηρύσσοντας ἐπ αὐτὸν εἰρήνην καὶ οὐκ ἐδόθη εἰς τὸ στόμα αὐτῶν ἤγειραν ἐπ αὐτὸν πόλεμον
[6]לכן לילה לכם מחזון וחשכה לכם מקסם ובאה השמש על הנביאים וקדר עליהם היום [6]διὰ τοῦτο νὺξ ὑμῖν ἔσται ἐξ ὁράσεως καὶ σκοτία ὑμῖν ἔσται ἐκ μαντείας καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας καὶ συσκοτάσει ἐπ αὐτοὺς ἡ ἡμέρα
[7]ובשו החזים וחפרו הקסמים ועטו על שפם כלם כי אין מענה אלהים [7]καὶ καταισχυνθήσονται οἱ ὁρῶντες τὰ ἐνύπνια καὶ καταγελασθήσονται οἱ μάντεις καὶ καταλαλήσουσιν κατ αὐτῶν πάντες αὐτοί διότι οὐκ ἔσται ὁ εἰσακούων αὐτῶν
[8]ואולם אנכי מלאתי כח את רוח יהוה ומשפט וגבורה־להגיד ליעקב פשעו ולישראל חטאתו [8]ἐὰν μὴ ἐγὼ ἐμπλήσω ἰσχὺν ἐν πνεύματι κυρίου καὶ κρίματος καὶ δυναστείας τοῦ ἀπαγγεῖλαι τῷ ιακωβ ἀσεβείας αὐτοῦ καὶ τῷ ισραηλ ἁμαρτίας αὐτοῦ
[9]שמעו נא זאת ראשי בית יעקב וקציני בית ישראל־המתעבים משפט ואת כל הישרה יעקשו [9]ἀκούσατε δὴ ταῦτα οἱ ἡγούμενοι οἴκου ιακωβ καὶ οἱ κατάλοιποι οἴκου ισραηλ οἱ βδελυσσόμενοι κρίμα καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες
[10]בנה ציון בדמים וירושלם בעולה [10]οἱ οἰκοδομοῦντες σιων ἐν αἵμασιν καὶ ιερουσαλημ ἐν ἀδικίαις
[11]ראשיה בשחד ישפטו וכהניה במחיר יורו ונביאיה בכסף יקסמו ועל יהוה ישענו לאמר הלוא יהוה בקרבנו לא תבוא עלינו רעה [11]οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίνοντο καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο καὶ ἐπὶ τὸν κύριον ἐπανεπαύοντο λέγοντες οὐχὶ κύριος ἐν ἡμῖν ἐστιν οὐ μὴ ἐπέλθῃ ἐφ ἡμᾶς κακά
[12]לכן בגללכם ציון שדה תחרש וירושלם עיין תהיה והר הבית לבמות יער [12]διὰ τοῦτο δι ὑμᾶς σιων ὡς ἀγρὸς ἀροτριαθήσεται καὶ ιερουσαλημ ὡς ὀπωροφυλάκιον ἔσται καὶ τὸ ὄρος τοῦ οἴκου ὡς ἄλσος δρυμοῦ
Source: unbound.biola.edu
Source: sacred-texts.org
Top