[1]καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν καὶ ααρων λέγων [2]ἄνθρωπος ἐχόμενος αὐτοῦ κατὰ τάγμα κατὰ σημέας κατ οἴκους πατριῶν αὐτῶν παρεμβαλέτωσαν οἱ υἱοὶ ισραηλ ἐναντίοι κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ ισραηλ [3]καὶ οἱ παρεμβάλλοντες πρῶτοι κατ ἀνατολὰς τάγμα παρεμβολῆς ιουδα σὺν δυνάμει αὐτῶν καὶ ὁ ἄρχων τῶν υἱῶν ιουδα ναασσων υἱὸς αμιναδαβ [4]δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι [5]καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς ισσαχαρ καὶ ὁ ἄρχων τῶν υἱῶν ισσαχαρ ναθαναηλ υἱὸς σωγαρ [6]δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι [7]καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς ζαβουλων καὶ ὁ ἄρχων τῶν υἱῶν ζαβουλων ελιαβ υἱὸς χαιλων [8]δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι [9]πάντες οἱ ἐπεσκεμμένοι ἐκ τῆς παρεμβολῆς ιουδα ἑκατὸν ὀγδοήκοντα χιλιάδες καὶ ἑξακισχίλιοι καὶ τετρακόσιοι σὺν δυνάμει αὐτῶν πρῶτοι ἐξαροῦσιν [10]τάγμα παρεμβολῆς ρουβην πρὸς λίβα σὺν δυνάμει αὐτῶν καὶ ὁ ἄρχων τῶν υἱῶν ρουβην ελισουρ υἱὸς σεδιουρ [11]δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι [12]καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς συμεων καὶ ὁ ἄρχων τῶν υἱῶν συμεων σαλαμιηλ υἱὸς σουρισαδαι [13]δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι [14]καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς γαδ καὶ ὁ ἄρχων τῶν υἱῶν γαδ ελισαφ υἱὸς ραγουηλ [15]δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα [16]πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς ρουβην ἑκατὸν πεντήκοντα μία χιλιάδες καὶ τετρακόσιοι καὶ πεντήκοντα σὺν δυνάμει αὐτῶν δεύτεροι ἐξαροῦσιν [17]καὶ ἀρθήσεται ἡ σκηνὴ τοῦ μαρτυρίου καὶ ἡ παρεμβολὴ τῶν λευιτῶν μέσον τῶν παρεμβολῶν ὡς καὶ παρεμβάλλουσιν οὕτως καὶ ἐξαροῦσιν ἕκαστος ἐχόμενος καθ ἡγεμονίαν [18]τάγμα παρεμβολῆς εφραιμ παρὰ θάλασσαν σὺν δυνάμει αὐτῶν καὶ ὁ ἄρχων τῶν υἱῶν εφραιμ ελισαμα υἱὸς εμιουδ [19]δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι [20]καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς μανασση καὶ ὁ ἄρχων τῶν υἱῶν μανασση γαμαλιηλ υἱὸς φαδασσουρ [21]δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι δύο καὶ τριάκοντα χιλιάδες καὶ διακόσιοι [22]καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς βενιαμιν καὶ ὁ ἄρχων τῶν υἱῶν βενιαμιν αβιδαν υἱὸς γαδεωνι [23]δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι [24]πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς εφραιμ ἑκατὸν χιλιάδες καὶ ὀκτακισχίλιοι καὶ ἑκατὸν σὺν δυνάμει αὐτῶν τρίτοι ἐξαροῦσιν [25]τάγμα παρεμβολῆς δαν πρὸς βορρᾶν σὺν δυνάμει αὐτῶν καὶ ὁ ἄρχων τῶν υἱῶν δαν αχιεζερ υἱὸς αμισαδαι [26]δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι [27]καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς ασηρ καὶ ὁ ἄρχων τῶν υἱῶν ασηρ φαγαιηλ υἱὸς εχραν [28]δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι μία καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι [29]καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς νεφθαλι καὶ ὁ ἄρχων τῶν υἱῶν νεφθαλι αχιρε υἱὸς αιναν [30]δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι [31]πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς δαν ἑκατὸν καὶ πεντήκοντα ἑπτὰ χιλιάδες καὶ ἑξακόσιοι ἔσχατοι ἐξαροῦσιν κατὰ τάγμα αὐτῶν [32]αὕτη ἡ ἐπίσκεψις τῶν υἱῶν ισραηλ κατ οἴκους πατριῶν αὐτῶν πᾶσα ἡ ἐπίσκεψις τῶν παρεμβολῶν σὺν ταῖς δυνάμεσιν αὐτῶν ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι πεντακόσιοι πεντήκοντα [33]οἱ δὲ λευῖται οὐ συνεπεσκέπησαν ἐν αὐτοῖς καθὰ ἐνετείλατο κύριος τῷ μωυσῇ [34]καὶ ἐποίησαν οἱ υἱοὶ ισραηλ πάντα ὅσα συνέταξεν κύριος τῷ μωυσῇ οὕτως παρενέβαλον κατὰ τάγμα αὐτῶν καὶ οὕτως ἐξῆρον ἕκαστος ἐχόμενοι κατὰ δήμους αὐτῶν κατ οἴκους πατριῶν αὐτῶν
Credit

Source: sacred-texts.org
Top