The Septuagint
LXX
➕
←
Numbers
Num
24
→
[
1
]
καὶ
ἰδὼν βαλααμ ὅτι καλόν ἐστιν ἔναντι κυρίου εὐλογεῖν τὸν ισραηλ οὐκ ἐπορεύθη κατὰ τὸ εἰωθὸς εἰς συνάντησιν τοῖς οἰωνοῖς καὶ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἔρημον
[
2
]
καὶ
ἐξάρας βαλααμ τοὺς ὀφθαλμοὺς αὐτοῦ καθορᾷ τὸν ισραηλ ἐστρατοπεδευκότα κατὰ φυλάς καὶ ἐγένετο πνεῦμα θεοῦ ἐν αὐτῷ
[
3
]
καὶ
ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν φησὶν βαλααμ υἱὸς βεωρ φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν
[
4
]
φησὶν
ἀκούων λόγια θεοῦ ὅστις ὅρασιν θεοῦ εἶδεν ἐν ὕπνῳ ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ
[
5
]
ὡς
καλοί σου οἱ οἶκοι ιακωβ αἱ σκηναί σου ισραηλ
[
6
]
ὡσεὶ
νάπαι σκιάζουσαι καὶ ὡσεὶ παράδεισοι ἐπὶ ποταμῶν καὶ ὡσεὶ σκηναί ἃς ἔπηξεν κύριος ὡσεὶ κέδροι παρ ὕδατα
[
7
]
ἐξελεύσεται
ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ καὶ κυριεύσει ἐθνῶν πολλῶν καὶ ὑψωθήσεται ἢ γωγ βασιλεία αὐτοῦ καὶ αὐξηθήσεται ἡ βασιλεία αὐτοῦ
[
8
]
θεὸς
ὡδήγησεν αὐτὸν ἐξ αἰγύπτου ὡς δόξα μονοκέρωτος αὐτῷ ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν
[
9
]
κατακλιθεὶς
ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος τίς ἀναστήσει αὐτόν οἱ εὐλογοῦντές σε εὐλόγηνται καὶ οἱ καταρώμενοί σε κεκατήρανται
[
10
]
καὶ
ἐθυμώθη βαλακ ἐπὶ βαλααμ καὶ συνεκρότησεν ταῖς χερσὶν αὐτοῦ καὶ εἶπεν βαλακ πρὸς βαλααμ καταρᾶσθαι τὸν ἐχθρόν μου κέκληκά σε καὶ ἰδοὺ εὐλογῶν εὐλόγησας τρίτον τοῦτο
[
11
]
νῦν
οὖν φεῦγε εἰς τὸν τόπον σου εἶπα τιμήσω σε καὶ νῦν ἐστέρησέν σε κύριος τῆς δόξης
[
12
]
καὶ
εἶπεν βαλααμ πρὸς βαλακ οὐχὶ καὶ τοῖς ἀγγέλοις σου οὓς ἀπέστειλας πρός με ἐλάλησα λέγων
[
13
]
ἐάν
μοι δῷ βαλακ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα κυρίου ποιῆσαι αὐτὸ πονηρὸν ἢ καλὸν παρ ἐμαυτοῦ ὅσα ἐὰν εἴπῃ ὁ θεός ταῦτα ἐρῶ
[
14
]
καὶ
νῦν ἰδοὺ ἀποτρέχω εἰς τὸν τόπον μου δεῦρο συμβουλεύσω σοι τί ποιήσει ὁ λαὸς οὗτος τὸν λαόν σου ἐπ ἐσχάτου τῶν ἡμερῶν
[
15
]
καὶ
ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν φησὶν βαλααμ υἱὸς βεωρ φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν
[
16
]
ἀκούων
λόγια θεοῦ ἐπιστάμενος ἐπιστήμην παρὰ ὑψίστου καὶ ὅρασιν θεοῦ ἰδὼν ἐν ὕπνῳ ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ
[
17
]
δείξω
αὐτῷ καὶ οὐχὶ νῦν μακαρίζω καὶ οὐκ ἐγγίζει ἀνατελεῖ ἄστρον ἐξ ιακωβ καὶ ἀναστήσεται ἄνθρωπος ἐξ ισραηλ καὶ θραύσει τοὺς ἀρχηγοὺς μωαβ καὶ προνομεύσει πάντας υἱοὺς σηθ
[
18
]
καὶ
ἔσται εδωμ κληρονομία καὶ ἔσται κληρονομία ησαυ ὁ ἐχθρὸς αὐτοῦ καὶ ισραηλ ἐποίησεν ἐν ἰσχύι
[
19
]
καὶ
ἐξεγερθήσεται ἐξ ιακωβ καὶ ἀπολεῖ σῳζόμενον ἐκ πόλεως
[
20
]
καὶ
ἰδὼν τὸν αμαληκ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν ἀρχὴ ἐθνῶν αμαληκ καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται
[
21
]
καὶ
ἰδὼν τὸν καιναῖον καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν ἰσχυρὰ ἡ κατοικία σου καὶ ἐὰν θῇς ἐν πέτρᾳ τὴν νοσσιάν σου
[
22
]
καὶ
ἐὰν γένηται τῷ βεωρ νεοσσιὰ πανουργίας ἀσσύριοί σε αἰχμαλωτεύσουσιν
[
23
]
καὶ
ἰδὼν τὸν ωγ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν ὦ ὦ τίς ζήσεται ὅταν θῇ ταῦτα ὁ θεός
[
24
]
καὶ
ἐξελεύσεται ἐκ χειρὸς κιτιαίων καὶ κακώσουσιν ασσουρ καὶ κακώσουσιν εβραίους καὶ αὐτοὶ ὁμοθυμαδὸν ἀπολοῦνται
[
25
]
καὶ
ἀναστὰς βαλααμ ἀπῆλθεν ἀποστραφεὶς εἰς τὸν τόπον αὐτοῦ καὶ βαλακ ἀπῆλθεν πρὸς ἑαυτόν
Credit
Source:
sacred-texts.org
Top