The Septuagint
LXX
➕
←
Numbers
Num
34
→
[
1
]
καὶ
ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων
[
2
]
ἔντειλαι
τοῖς υἱοῖς ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ὑμεῖς εἰσπορεύεσθε εἰς τὴν γῆν χανααν αὕτη ἔσται ὑμῖν εἰς κληρονομίαν γῆ χανααν σὺν τοῖς ὁρίοις αὐτῆς
[
3
]
καὶ
ἔσται ὑμῖν τὸ κλίτος τὸ πρὸς λίβα ἀπὸ ἐρήμου σιν ἕως ἐχόμενον εδωμ καὶ ἔσται ὑμῖν τὰ ὅρια πρὸς λίβα ἀπὸ μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ ἀνατολῶν
[
4
]
καὶ
κυκλώσει ὑμᾶς τὰ ὅρια ἀπὸ λιβὸς πρὸς ἀνάβασιν ακραβιν καὶ παρελεύσεται σεννα καὶ ἔσται ἡ διέξοδος αὐτοῦ πρὸς λίβα καδης τοῦ βαρνη καὶ ἐξελεύσεται εἰς ἔπαυλιν αραδ καὶ παρελεύσεται ασεμωνα
[
5
]
καὶ
κυκλώσει τὰ ὅρια ἀπὸ ασεμωνα χειμάρρουν αἰγύπτου καὶ ἔσται ἡ διέξοδος ἡ θάλασσα
[
6
]
καὶ
τὰ ὅρια τῆς θαλάσσης ἔσται ὑμῖν ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ τοῦτο ἔσται ὑμῖν τὰ ὅρια τῆς θαλάσσης
[
7
]
καὶ
τοῦτο ἔσται τὰ ὅρια ὑμῖν πρὸς βορρᾶν ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης καταμετρήσετε ὑμῖν αὐτοῖς παρὰ τὸ ὄρος τὸ ὄρος
[
8
]
καὶ
ἀπὸ τοῦ ὄρους τὸ ὄρος καταμετρήσετε αὐτοῖς εἰσπορευομένων εἰς εμαθ καὶ ἔσται ἡ διέξοδος αὐτοῦ τὰ ὅρια σαραδα
[
9
]
καὶ
ἐξελεύσεται τὰ ὅρια δεφρωνα καὶ ἔσται ἡ διέξοδος αὐτοῦ ασερναιν τοῦτο ἔσται ὑμῖν ὅρια ἀπὸ βορρᾶ
[
10
]
καὶ
καταμετρήσετε ὑμῖν αὐτοῖς τὰ ὅρια ἀνατολῶν ἀπὸ ασερναιν σεπφαμα
[
11
]
καὶ
καταβήσεται τὰ ὅρια ἀπὸ σεπφαμ αρβηλα ἀπὸ ἀνατολῶν ἐπὶ πηγάς καὶ καταβήσεται τὰ ὅρια βηλα ἐπὶ νώτου θαλάσσης χεναρα ἀπὸ ἀνατολῶν
[
12
]
καὶ
καταβήσεται τὰ ὅρια ἐπὶ τὸν ιορδάνην καὶ ἔσται ἡ διέξοδος θάλασσα ἡ ἁλυκή αὕτη ἔσται ὑμῖν ἡ γῆ καὶ τὰ ὅρια αὐτῆς κύκλῳ
[
13
]
καὶ
ἐνετείλατο μωυσῆς τοῖς υἱοῖς ισραηλ λέγων αὕτη ἡ γῆ ἣν κατακληρονομήσετε αὐτὴν μετὰ κλήρου ὃν τρόπον συνέταξεν κύριος τῷ μωυσῇ δοῦναι αὐτὴν ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς μανασση
[
14
]
ὅτι
ἔλαβεν φυλὴ υἱῶν ρουβην καὶ φυλὴ υἱῶν γαδ κατ οἴκους πατριῶν αὐτῶν καὶ τὸ ἥμισυ φυλῆς μανασση ἀπέλαβον τοὺς κλήρους αὐτῶν
[
15
]
δύο
φυλαὶ καὶ ἥμισυ φυλῆς ἔλαβον τοὺς κλήρους αὐτῶν πέραν τοῦ ιορδάνου κατὰ ιεριχω ἀπὸ νότου κατ ἀνατολάς
[
16
]
καὶ
ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων
[
17
]
ταῦτα
τὰ ὀνόματα τῶν ἀνδρῶν οἳ κληρονομήσουσιν ὑμῖν τὴν γῆν ελεαζαρ ὁ ἱερεὺς καὶ ἰησοῦς ὁ τοῦ ναυη
[
18
]
καὶ
ἄρχοντα ἕνα ἐκ φυλῆς λήμψεσθε κατακληρονομῆσαι ὑμῖν τὴν γῆν
[
19
]
καὶ
ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν τῆς φυλῆς ιουδα χαλεβ υἱὸς ιεφοννη
[
20
]
τῆς
φυλῆς συμεων σαλαμιηλ υἱὸς εμιουδ
[
21
]
τῆς
φυλῆς βενιαμιν ελδαδ υἱὸς χασλων
[
22
]
τῆς
φυλῆς δαν ἄρχων βακχιρ υἱὸς εγλι
[
23
]
τῶν
υἱῶν ιωσηφ φυλῆς υἱῶν μανασση ἄρχων ανιηλ υἱὸς ουφι
[
24
]
τῆς
φυλῆς υἱῶν εφραιμ ἄρχων καμουηλ υἱὸς σαβαθα
[
25
]
τῆς
φυλῆς ζαβουλων ἄρχων ελισαφαν υἱὸς φαρναχ
[
26
]
τῆς
φυλῆς υἱῶν ισσαχαρ ἄρχων φαλτιηλ υἱὸς οζα
[
27
]
τῆς
φυλῆς υἱῶν ασηρ ἄρχων αχιωρ υἱὸς σελεμι
[
28
]
τῆς
φυλῆς νεφθαλι ἄρχων φαδαηλ υἱὸς βεναμιουδ
[
29
]
οὗτοι
οἷς ἐνετείλατο κύριος καταμερίσαι τοῖς υἱοῖς ισραηλ ἐν γῇ χανααν
Credit
Source:
sacred-texts.org
Top