Odes
Ode
14
   
[1]ὕμνος ἑωθινός δόξα ἐν ὑψίστοις θεῷ [2]καὶ ἐπὶ γῆς εἰρήνη [3]ἐν ἀνθρώποις εὐδοκία [4]αἰνοῦμέν σε [5]εὐλογοῦμέν σε [6]προσκυνοῦμέν σε [7]δοξολογοῦμέν σε [8]εὐχαριστοῦμέν σοι [9]διὰ τὴν μεγάλην σου δόξαν [10]κύριε βασιλεῦ [11]ἐπουράνιε [12]θεὲ πατὴρ παντοκράτωρ [13]κύριε υἱὲ μονογενὴ [14]ἰησοῦ χριστὲ [15]καὶ ἅγιον πνεῦμα [16]κύριε ὁ θεός [17] ἀμνὸς τοῦ θεοῦ [18] υἱὸς τοῦ πατρός [19] αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου [20]ἐλέησον ἡμᾶς [21] αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου [22]πρόσδεξαι τὴν δέησιν ἡμῶν [23] καθήμενος ἐν δεξιᾷ τοῦ πατρός [24]ἐλέησον ἡμᾶς [25]ὅτι σὺ εἶ μόνος ἅγιος [26]σὺ εἶ μόνος κύριος [27]ἰησοῦς χριστός [28]εἰς δόξαν θεοῦ πατρός αμην [29]καθ ἑκάστην ἡμέραν εὐλογήσω σε [30]καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα [31]καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος [32]καταξίωσον κύριε καὶ τὴν ἡμέραν ταύτην [33]ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς [34]εὐλογητὸς εἶ κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν [35]καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας αμην [36]εὐλογητὸς εἶ κύριε δίδαξόν με τὰ δικαιώματά σου [37]εὐλογητὸς εἶ κύριε δίδαξόν με τὰ δικαιώματά σου [38]εὐλογητὸς εἶ κύριε δίδαξόν με τὰ δικαιώματά σου [39]κύριε καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ [40]ἐγὼ εἶπα κύριε ἐλέησόν με [41]ἴασαι τὴν ψυχήν μου ὅτι ἥμαρτόν σοι [42]κύριε πρὸς σὲ κατέφυγα [43]δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ θεός μου [44]ὅτι παρὰ σοὶ πηγὴ ζωῆς [45]ἐν τῷ φωτί σου ὀψόμεθα φῶς [46]παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσίν σε
Credit

Source: sacred-texts.org
Top