The Septuagint
LXX
➕
←
Odes
Ode
7
→
[
1
]
προσευχὴ
αζαριου
[
26
]
εὐλογητὸς
εἶ κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας
[
27
]
ὅτι
δίκαιος εἶ ἐπὶ πᾶσιν οἷς ἐποίησας ἡμῖν καὶ πάντα τὰ ἔργα σου ἀληθινά καὶ εὐθεῖαι αἱ ὁδοί σου καὶ πᾶσαι αἱ κρίσεις σου ἀληθεῖς
[
28
]
καὶ
κρίματα ἀληθείας ἐποίησας κατὰ πάντα ἃ ἐπήγαγες ἡμῖν καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τὴν τῶν πατέρων ἡμῶν ιερουσαλημ ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει ἐπήγαγες ταῦτα πάντα διὰ τὰς ἁμαρτίας ἡμῶν
[
29
]
ὅτι
ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦ καὶ ἐξημάρτομεν ἐν πᾶσιν καὶ τῶν ἐντολῶν σου οὐκ ἠκούσαμεν
[
30
]
οὐδὲ
συνετηρήσαμεν οὐδὲ ἐποιήσαμεν καθὼς ἐνετείλω ἡμῖν ἵνα εὖ ἡμῖν γένηται
[
31
]
καὶ
πάντα ὅσα ἐπήγαγες ἡμῖν καὶ πάντα ὅσα ἐποίησας ἡμῖν ἐν ἀληθινῇ κρίσει ἐποίησας
[
32
]
καὶ
παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἀνόμων ἐχθίστων ἀποστατῶν καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν
[
33
]
καὶ
νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα αἰσχύνη καὶ ὄνειδος ἐγενήθη τοῖς δούλοις σου καὶ τοῖς σεβομένοις σε
[
34
]
μὴ
δὴ παραδῷς ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου
[
35
]
καὶ
μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ ἡμῶν δι αβρααμ τὸν ἠγαπημένον ὑπὸ σοῦ καὶ διὰ ισαακ τὸν δοῦλόν σου καὶ ισραηλ τὸν ἅγιόν σου
[
36
]
οἷς
ἐλάλησας πρὸς αὐτοὺς λέγων πληθῦναι τὸ σπέρμα αὐτῶν ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης
[
37
]
ὅτι
δέσποτα ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη καί ἐσμεν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ σήμερον διὰ τὰς ἁμαρτίας ἡμῶν
[
38
]
καὶ
οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων καὶ προφήτης καὶ ἡγούμενος οὐδὲ ὁλοκαύτωσις οὐδὲ θυσία οὐδὲ προσφορὰ οὐδὲ θυμίαμα οὐ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου καὶ εὑρεῖν ἔλεος
[
39
]
ἀλλ
ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν ὡς ἐν ὁλοκαυτώμασιν κριῶν καὶ ταύρων καὶ ὡς ἐν μυριάσιν ἀρνῶν πιόνων
[
40
]
οὕτως
γενέσθω ἡ θυσία ἡμῶν ἐνώπιόν σου σήμερον καὶ ἐκτελέσαι ὄπισθέν σου ὅτι οὐκ ἔστιν αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σοί
[
41
]
καὶ
νῦν ἐξακολουθοῦμεν ἐν ὅλῃ καρδίᾳ καὶ φοβούμεθά σε καὶ ζητοῦμεν τὸ πρόσωπόν σου μὴ καταισχύνῃς ἡμᾶς
[
42
]
ἀλλὰ
ποίησον μεθ ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέου σου
[
43
]
καὶ
ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυμάσιά σου καὶ δὸς δόξαν τῷ ὀνόματί σου κύριε
[
44
]
καὶ
ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοῖς δούλοις σου κακὰ καὶ καταισχυνθείησαν ἀπὸ πάσης δυνάμεως καὶ δυναστείας καὶ ἡ ἰσχὺς αὐτῶν συντριβείη
[
45
]
καὶ
γνώτωσαν ὅτι σὺ εἶ κύριος ὁ θεὸς μόνος καὶ ἔνδοξος ἐφ ὅλην τὴν οἰκουμένην
Credit
Source:
sacred-texts.org
Top