The Septuagint
LXX
➕
←
Psalms
Psa
104
→
[
1
]
αλληλουια
ἐξομολογεῖσθε τῷ κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ ἀπαγγείλατε ἐν τοῖς ἔθνεσιν τὰ ἔργα αὐτοῦ
[
2
]
ᾄσατε
αὐτῷ καὶ ψάλατε αὐτῷ διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ
[
3
]
ἐπαινεῖσθε
ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ εὐφρανθήτω καρδία ζητούντων τὸν κύριον
[
4
]
ζητήσατε
τὸν κύριον καὶ κραταιώθητε ζητήσατε τὸ πρόσωπον αὐτοῦ διὰ παντός
[
5
]
μνήσθητε
τῶν θαυμασίων αὐτοῦ ὧν ἐποίησεν τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ
[
6
]
σπέρμα
αβρααμ δοῦλοι αὐτοῦ υἱοὶ ιακωβ ἐκλεκτοὶ αὐτοῦ
[
7
]
αὐτὸς
κύριος ὁ θεὸς ἡμῶν ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ
[
8
]
ἐμνήσθη
εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ λόγου οὗ ἐνετείλατο εἰς χιλίας γενεάς
[
9
]
ὃν
διέθετο τῷ αβρααμ καὶ τοῦ ὅρκου αὐτοῦ τῷ ισαακ
[
10
]
καὶ
ἔστησεν αὐτὴν τῷ ιακωβ εἰς πρόσταγμα καὶ τῷ ισραηλ διαθήκην αἰώνιον
[
11
]
λέγων
σοὶ δώσω τὴν γῆν χανααν σχοίνισμα κληρονομίας ὑμῶν
[
12
]
ἐν
τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς ὀλιγοστοὺς καὶ παροίκους ἐν αὐτῇ
[
13
]
καὶ
διῆλθον ἐξ ἔθνους εἰς ἔθνος ἐκ βασιλείας εἰς λαὸν ἕτερον
[
14
]
οὐκ
ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτοὺς καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς
[
15
]
μὴ
ἅπτεσθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε
[
16
]
καὶ
ἐκάλεσεν λιμὸν ἐπὶ τὴν γῆν πᾶν στήριγμα ἄρτου συνέτριψεν
[
17
]
ἀπέστειλεν
ἔμπροσθεν αὐτῶν ἄνθρωπον εἰς δοῦλον ἐπράθη ιωσηφ
[
18
]
ἐταπείνωσαν
ἐν πέδαις τοὺς πόδας αὐτοῦ σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ
[
19
]
μέχρι
τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ τὸ λόγιον κυρίου ἐπύρωσεν αὐτόν
[
20
]
ἀπέστειλεν
βασιλεὺς καὶ ἔλυσεν αὐτόν ἄρχων λαῶν καὶ ἀφῆκεν αὐτόν
[
21
]
κατέστησεν
αὐτὸν κύριον τοῦ οἴκου αὐτοῦ καὶ ἄρχοντα πάσης τῆς κτήσεως αὐτοῦ
[
22
]
τοῦ
παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ ὡς ἑαυτὸν καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σοφίσαι
[
23
]
καὶ
εἰσῆλθεν ισραηλ εἰς αἴγυπτον καὶ ιακωβ παρῴκησεν ἐν γῇ χαμ
[
24
]
καὶ
ηὔξησεν τὸν λαὸν αὐτοῦ σφόδρα καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐτοῦ
[
25
]
μετέστρεψεν
τὴν καρδίαν αὐτῶν τοῦ μισῆσαι τὸν λαὸν αὐτοῦ τοῦ δολιοῦσθαι ἐν τοῖς δούλοις αὐτοῦ
[
26
]
ἐξαπέστειλεν
μωυσῆν τὸν δοῦλον αὐτοῦ ααρων ὃν ἐξελέξατο αὐτόν
[
27
]
ἔθετο
ἐν αὐτοῖς τοὺς λόγους τῶν σημείων αὐτοῦ καὶ τῶν τεράτων ἐν γῇ χαμ
[
28
]
ἐξαπέστειλεν
σκότος καὶ ἐσκότασεν καὶ παρεπίκραναν τοὺς λόγους αὐτοῦ
[
29
]
μετέστρεψεν
τὰ ὕδατα αὐτῶν εἰς αἷμα καὶ ἀπέκτεινεν τοὺς ἰχθύας αὐτῶν
[
30
]
ἐξῆρψεν
ἡ γῆ αὐτῶν βατράχους ἐν τοῖς ταμιείοις τῶν βασιλέων αὐτῶν
[
31
]
εἶπεν
καὶ ἦλθεν κυνόμυια καὶ σκνῖπες ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν
[
32
]
ἔθετο
τὰς βροχὰς αὐτῶν χάλαζαν πῦρ καταφλέγον ἐν τῇ γῇ αὐτῶν
[
33
]
καὶ
ἐπάταξεν τὰς ἀμπέλους αὐτῶν καὶ τὰς συκᾶς αὐτῶν καὶ συνέτριψεν πᾶν ξύλον ὁρίου αὐτῶν
[
34
]
εἶπεν
καὶ ἦλθεν ἀκρὶς καὶ βροῦχος οὗ οὐκ ἦν ἀριθμός
[
35
]
καὶ
κατέφαγεν πάντα τὸν χόρτον ἐν τῇ γῇ αὐτῶν καὶ κατέφαγεν τὸν καρπὸν τῆς γῆς αὐτῶν
[
36
]
καὶ
ἐπάταξεν πᾶν πρωτότοκον ἐν τῇ γῇ αὐτῶν ἀπαρχὴν παντὸς πόνου αὐτῶν
[
37
]
καὶ
ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ἀσθενῶν
[
38
]
εὐφράνθη
αἴγυπτος ἐν τῇ ἐξόδῳ αὐτῶν ὅτι ἐπέπεσεν ὁ φόβος αὐτῶν ἐπ αὐτούς
[
39
]
διεπέτασεν
νεφέλην εἰς σκέπην αὐτοῖς καὶ πῦρ τοῦ φωτίσαι αὐτοῖς τὴν νύκτα
[
40
]
ᾔτησαν
καὶ ἦλθεν ὀρτυγομήτρα καὶ ἄρτον οὐρανοῦ ἐνέπλησεν αὐτούς
[
41
]
διέρρηξεν
πέτραν καὶ ἐρρύησαν ὕδατα ἐπορεύθησαν ἐν ἀνύδροις ποταμοί
[
42
]
ὅτι
ἐμνήσθη τοῦ λόγου τοῦ ἁγίου αὐτοῦ τοῦ πρὸς αβρααμ τὸν δοῦλον αὐτοῦ
[
43
]
καὶ
ἐξήγαγεν τὸν λαὸν αὐτοῦ ἐν ἀγαλλιάσει καὶ τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐν εὐφροσύνῃ
[
44
]
καὶ
ἔδωκεν αὐτοῖς χώρας ἐθνῶν καὶ πόνους λαῶν ἐκληρονόμησαν
[
45
]
ὅπως
ἂν φυλάξωσιν τὰ δικαιώματα αὐτοῦ καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσιν
Credit
Source:
sacred-texts.org
Top