The Septuagint
LXX
➕
←
Psalms
Psa
114
→
[
1
]
αλληλουια
ἠγάπησα ὅτι εἰσακούσεται κύριος τῆς φωνῆς τῆς δεήσεώς μου
[
2
]
ὅτι
ἔκλινεν τὸ οὖς αὐτοῦ ἐμοί καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι
[
3
]
περιέσχον
με ὠδῖνες θανάτου κίνδυνοι ᾅδου εὕροσάν με θλῖψιν καὶ ὀδύνην εὗρον
[
4
]
καὶ
τὸ ὄνομα κυρίου ἐπεκαλεσάμην ὦ κύριε ῥῦσαι τὴν ψυχήν μου
[
5
]
ἐλεήμων
ὁ κύριος καὶ δίκαιος καὶ ὁ θεὸς ἡμῶν ἐλεᾷ
[
6
]
φυλάσσων
τὰ νήπια ὁ κύριος ἐταπεινώθην καὶ ἔσωσέν με
[
7
]
ἐπίστρεψον
ἡ ψυχή μου εἰς τὴν ἀνάπαυσίν σου ὅτι κύριος εὐηργέτησέν σε
[
8
]
ὅτι
ἐξείλατο τὴν ψυχήν μου ἐκ θανάτου τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος
[
9
]
εὐαρεστήσω
ἐναντίον κυρίου ἐν χώρᾳ ζώντων
Credit
Source:
sacred-texts.org
Top