The Septuagint
LXX
➕
←
Psalms
Psa
117
→
[
1
]
αλληλουια
ἐξομολογεῖσθε τῷ κυρίῳ ὅτι ἀγαθός ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
[
2
]
εἰπάτω
δὴ οἶκος ισραηλ ὅτι ἀγαθός ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
[
3
]
εἰπάτω
δὴ οἶκος ααρων ὅτι ἀγαθός ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
[
4
]
εἰπάτωσαν
δὴ πάντες οἱ φοβούμενοι τὸν κύριον ὅτι ἀγαθός ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
[
5
]
ἐν
θλίψει ἐπεκαλεσάμην τὸν κύριον καὶ ἐπήκουσέν μου εἰς πλατυσμόν
[
6
]
κύριος
ἐμοὶ βοηθός οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος
[
7
]
κύριος
ἐμοὶ βοηθός κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου
[
8
]
ἀγαθὸν
πεποιθέναι ἐπὶ κύριον ἢ πεποιθέναι ἐπ ἄνθρωπον
[
9
]
ἀγαθὸν
ἐλπίζειν ἐπὶ κύριον ἢ ἐλπίζειν ἐπ ἄρχοντας
[
10
]
πάντα
τὰ ἔθνη ἐκύκλωσάν με καὶ τῷ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς
[
11
]
κυκλώσαντες
ἐκύκλωσάν με καὶ τῷ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς
[
12
]
ἐκύκλωσάν
με ὡσεὶ μέλισσαι κηρίον καὶ ἐξεκαύθησαν ὡσεὶ πῦρ ἐν ἀκάνθαις καὶ τῷ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς
[
13
]
ὠσθεὶς
ἀνετράπην τοῦ πεσεῖν καὶ ὁ κύριος ἀντελάβετό μου
[
14
]
ἰσχύς
μου καὶ ὕμνησίς μου ὁ κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν
[
15
]
φωνὴ
ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων δεξιὰ κυρίου ἐποίησεν δύναμιν
[
16
]
δεξιὰ
κυρίου ὕψωσέν με δεξιὰ κυρίου ἐποίησεν δύναμιν
[
17
]
οὐκ
ἀποθανοῦμαι ἀλλὰ ζήσομαι καὶ ἐκδιηγήσομαι τὰ ἔργα κυρίου
[
18
]
παιδεύων
ἐπαίδευσέν με ὁ κύριος καὶ τῷ θανάτῳ οὐ παρέδωκέν με
[
19
]
ἀνοίξατέ
μοι πύλας δικαιοσύνης εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ κυρίῳ
[
20
]
αὕτη
ἡ πύλη τοῦ κυρίου δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ
[
21
]
ἐξομολογήσομαί
σοι ὅτι ἐπήκουσάς μου καὶ ἐγένου μοι εἰς σωτηρίαν
[
22
]
λίθον
ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας
[
23
]
παρὰ
κυρίου ἐγένετο αὕτη καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν
[
24
]
αὕτη
ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ
[
25
]
ὦ
κύριε σῶσον δή ὦ κύριε εὐόδωσον δή
[
26
]
εὐλογημένος
ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου κυρίου
[
27
]
θεὸς
κύριος καὶ ἐπέφανεν ἡμῖν συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου
[
28
]
θεός
μου εἶ σύ καὶ ἐξομολογήσομαί σοι θεός μου εἶ σύ καὶ ὑψώσω σε ἐξομολογήσομαί σοι ὅτι ἐπήκουσάς μου καὶ ἐγένου μοι εἰς σωτηρίαν
[
29
]
ἐξομολογεῖσθε
τῷ κυρίῳ ὅτι ἀγαθός ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
Credit
Source:
sacred-texts.org
Top