The Septuagint
LXX
➕
←
Psalms
Psa
12
→
[
1
]
εἰς
τὸ τέλος ψαλμὸς τῷ δαυιδ
[
2
]
ἕως
πότε κύριε ἐπιλήσῃ μου εἰς τέλος ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ ἐμοῦ
[
3
]
ἕως
τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ ἐμέ
[
4
]
ἐπίβλεψον
εἰσάκουσόν μου κύριε ὁ θεός μου φώτισον τοὺς ὀφθαλμούς μου μήποτε ὑπνώσω εἰς θάνατον
[
5
]
μήποτε
εἴπῃ ὁ ἐχθρός μου ἴσχυσα πρὸς αὐτόν οἱ θλίβοντές με ἀγαλλιάσονται ἐὰν σαλευθῶ
[
6
]
ἐγὼ
δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου ᾄσω τῷ κυρίῳ τῷ εὐεργετήσαντί με καὶ ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου
Credit
Source:
sacred-texts.org
Top