The Septuagint
LXX
➕
←
Psalms
Psa
121
→
[
1
]
ᾠδὴ
τῶν ἀναβαθμῶν εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσιν μοι εἰς οἶκον κυρίου πορευσόμεθα
[
2
]
ἑστῶτες
ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου ιερουσαλημ
[
3
]
ιερουσαλημ
οἰκοδομουμένη ὡς πόλις ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό
[
4
]
ἐκεῖ
γὰρ ἀνέβησαν αἱ φυλαί φυλαὶ κυρίου μαρτύριον τῷ ισραηλ τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι κυρίου
[
5
]
ὅτι
ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν θρόνοι ἐπὶ οἶκον δαυιδ
[
6
]
ἐρωτήσατε
δὴ τὰ εἰς εἰρήνην τὴν ιερουσαλημ καὶ εὐθηνία τοῖς ἀγαπῶσίν σε
[
7
]
γενέσθω
δὴ εἰρήνη ἐν τῇ δυνάμει σου καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσίν σου
[
8
]
ἕνεκα
τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ
[
9
]
ἕνεκα
τοῦ οἴκου κυρίου τοῦ θεοῦ ἡμῶν ἐξεζήτησα ἀγαθά σοι
Credit
Source:
sacred-texts.org
Top