The Septuagint
LXX
➕
←
Psalms
Psa
124
→
[
1
]
ᾠδὴ
τῶν ἀναβαθμῶν οἱ πεποιθότες ἐπὶ κύριον ὡς ὄρος σιων οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν ιερουσαλημ
[
2
]
ὄρη
κύκλῳ αὐτῆς καὶ κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος
[
3
]
ὅτι
οὐκ ἀφήσει τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίᾳ χεῖρας αὐτῶν
[
4
]
ἀγάθυνον
κύριε τοῖς ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ
[
5
]
τοὺς
δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν εἰρήνη ἐπὶ τὸν ισραηλ
Credit
Source:
sacred-texts.org
Top