The Septuagint
LXX
➕
←
Psalms
Psa
19
→
[
1
]
εἰς
τὸ τέλος ψαλμὸς τῷ δαυιδ
[
2
]
ἐπακούσαι
σου κύριος ἐν ἡμέρᾳ θλίψεως ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ θεοῦ ιακωβ
[
3
]
ἐξαποστείλαι
σοι βοήθειαν ἐξ ἁγίου καὶ ἐκ σιων ἀντιλάβοιτό σου
[
4
]
μνησθείη
πάσης θυσίας σου καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω διάψαλμα
[
5
]
δῴη
σοι κατὰ τὴν καρδίαν σου καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι
[
6
]
ἀγαλλιασόμεθα
ἐν τῷ σωτηρίῳ σου καὶ ἐν ὀνόματι θεοῦ ἡμῶν μεγαλυνθησόμεθα πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου
[
7
]
νῦν
ἔγνων ὅτι ἔσωσεν κύριος τὸν χριστὸν αὐτοῦ ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ
[
8
]
οὗτοι
ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἵπποις ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα
[
9
]
αὐτοὶ
συνεποδίσθησαν καὶ ἔπεσαν ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν
[
10
]
κύριε
σῶσον τὸν βασιλέα σου καὶ ἐπάκουσον ἡμῶν ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε
Credit
Source:
sacred-texts.org
Top