The Septuagint
LXX
➕
←
Psalms
Psa
25
→
[
1
]
τοῦ
δαυιδ κρῖνόν με κύριε ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην καὶ ἐπὶ τῷ κυρίῳ ἐλπίζων οὐ μὴ ἀσθενήσω
[
2
]
δοκίμασόν
με κύριε καὶ πείρασόν με πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου
[
3
]
ὅτι
τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μού ἐστιν καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου
[
4
]
οὐκ
ἐκάθισα μετὰ συνεδρίου ματαιότητος καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω
[
5
]
ἐμίσησα
ἐκκλησίαν πονηρευομένων καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω
[
6
]
νίψομαι
ἐν ἀθῴοις τὰς χεῖράς μου καὶ κυκλώσω τὸ θυσιαστήριόν σου κύριε
[
7
]
τοῦ
ἀκοῦσαι φωνὴν αἰνέσεως καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου
[
8
]
κύριε
ἠγάπησα εὐπρέπειαν οἴκου σου καὶ τόπον σκηνώματος δόξης σου
[
9
]
μὴ
συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου
[
10
]
ὧν
ἐν χερσὶν ἀνομίαι ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων
[
11
]
ἐγὼ
δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην λύτρωσαί με καὶ ἐλέησόν με
[
12
]
ὁ
γὰρ πούς μου ἔστη ἐν εὐθύτητι ἐν ἐκκλησίαις εὐλογήσω σε κύριε
Credit
Source:
sacred-texts.org
Top