The Septuagint
LXX
➕
←
Psalms
Psa
29
→
[
1
]
εἰς
τὸ τέλος ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου τῷ δαυιδ
[
2
]
ὑψώσω
σε κύριε ὅτι ὑπέλαβές με καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπ ἐμέ
[
3
]
κύριε
ὁ θεός μου ἐκέκραξα πρὸς σέ καὶ ἰάσω με
[
4
]
κύριε
ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον
[
5
]
ψάλατε
τῷ κυρίῳ οἱ ὅσιοι αὐτοῦ καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ
[
6
]
ὅτι
ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς καὶ εἰς τὸ πρωὶ ἀγαλλίασις
[
7
]
ἐγὼ
δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα
[
8
]
κύριε
ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου καὶ ἐγενήθην τεταραγμένος
[
9
]
πρὸς
σέ κύριε κεκράξομαι καὶ πρὸς τὸν θεόν μου δεηθήσομαι
[
10
]
τίς
ὠφέλεια ἐν τῷ αἵματί μου ἐν τῷ καταβῆναί με εἰς διαφθοράν μὴ ἐξομολογήσεταί σοι χοῦς ἢ ἀναγγελεῖ τὴν ἀλήθειάν σου
[
11
]
ἤκουσεν
κύριος καὶ ἠλέησέν με κύριος ἐγενήθη βοηθός μου
[
12
]
ἔστρεψας
τὸν κοπετόν μου εἰς χορὸν ἐμοί διέρρηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐφροσύνην
[
13
]
ὅπως
ἂν ψάλῃ σοι ἡ δόξα μου καὶ οὐ μὴ κατανυγῶ κύριε ὁ θεός μου εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι
Credit
Source:
sacred-texts.org
Top